І҆еремі́и 41
Select texts:
|
LXX, Rahlfs
|
Бі́блїа. Синодальная типография, 1901
|
| 1Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου, καὶ Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ πάσας τὰς πόλεις Ιουδα, λέγων | 1И҆ бы́сть въ седмы́й мцⷭ҇ъ, прїи́де і҆сма́илъ сы́нъ наѳані́инъ сы́на є҆лїса́мова, ѿ ро́да царе́ва, и҆ вельмѡ́жи царє́вы де́сѧть мꙋже́й съ ни́мъ ко годолі́и въ массифа́ѳъ, и҆ ꙗ҆до́ша тꙋ̀ вкꙋ́пѣ хлѣ́бъ. |
| 2Οὕτως εἶπεν κύριος Βάδισον πρὸς Σεδεκιαν βασιλέα Ιουδα καὶ ἐρεῖς αὐτῷ Οὕτως εἶπεν κύριος Παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ συλλήμψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί· | 2И҆ воста̀ і҆сма́илъ и҆ де́сѧть мꙋже́й и҆̀же съ ни́мъ, и҆ порази́ша годолі́ю мече́мъ, и҆ ᲂу҆би́ша, є҆го́же поста́ви ца́рь вавѷлѡ́нскїй над̾ земле́ю, |
| 3καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτοῦ καὶ συλλήμψει συλλημφθήσῃ καὶ εἰς χεῖρας αὐτοῦ δοθήσῃ, καὶ οἱ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται, καὶ τὸ στόμα αὐτοῦ μετὰ τοῦ στόματός σου λαλήσει, καὶ εἰς Βαβυλῶνα εἰσελεύσῃ. | 3и҆ всѣ́хъ і҆ꙋде́євъ, и҆̀же бѣ́ша съ ни́мъ въ массифа́ѳѣ, и҆ всѣ́хъ халде́євъ, и҆̀же ѡ҆брѣто́шасѧ та́мѡ, и҆ мꙋже́й вое́нныхъ и҆збѝ і҆сма́илъ. |
| 4ἀλλὰ ἄκουσον τὸν λόγον κυρίου, Σεδεκια βασιλεῦ Ιουδα Οὕτως λέγει κύριος | 4И҆ бы́сть во вторы́й де́нь по ᲂу҆бїе́нїи годолі́евѣ, и҆ человѣ́къ не ᲂу҆вѣ́дѣ. |
| 5Ἐν εἰρήνῃ ἀποθανῇ, καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου, κλαύσονται καὶ σὲ καὶ Ὦ αδων κόψονταί σε· ὅτι λόγον ἐγὼ ἐλάλησα, εἶπεν κύριος. | 5И҆ прїидо́ша мꙋ́жїе ѿ сѷхе́ма и҆ ѿ сали́ма и҆ ѿ самарі́и ѻ҆́смьдесѧтъ мꙋже́й, ѡ҆бри́тыми брада́ми и҆ расте́рзаными ри́зами, пла́чꙋщесѧ, и҆ да́ры и҆ ѳѷмїа́мъ въ рꙋкꙋ̀ и҆́хъ, є҆́же внестѝ въ до́мъ гдⷭ҇ень. |
| 6καὶ ἐλάλησεν Ιερεμιας πρὸς τὸν βασιλέα Σεδεκιαν πάντας τοὺς λόγους τούτους ἐν Ιερουσαλημ· | 6И҆ и҆зы́де проти́вꙋ и҆̀мъ і҆сма́илъ сы́нъ наѳані́евъ ѿ массифы̀: ті́и же и҆дѧ́хꙋ и҆ пла́кахꙋсѧ: и҆ є҆гда̀ срѣ́тесѧ съ ни́ми, речѐ къ ни̑мъ: вни́дите ко годолі́и. |
| 7καὶ ἡ δύναμις βασιλέως Βαβυλῶνος ἐπολέμει ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις Ιουδα, ἐπὶ Λαχις καὶ ἐπὶ Αζηκα, ὅτι αὗται κατελείφθησαν ἐν πόλεσιν Ιουδα πόλεις ὀχυραί. | 7И҆ бы́сть, вше́дшымъ и҆̀мъ средѣ̀ гра́да, и҆зсѣчѐ ѧ҆̀ і҆сма́илъ ᲂу҆ кла́дѧзѧ, то́й и҆ мꙋ́жїе, и҆̀же бѣ́ша съ ни́мъ. |
| 8Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκιαν διαθήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι ἄφεσιν | 8И҆ ѡ҆брѣто́шасѧ де́сѧть мꙋже́й тꙋ̀ и҆ рѣ́ша і҆сма́илꙋ: не ᲂу҆бі́й на́съ, ꙗ҆́кѡ сꙋ́ть на́мъ и҆мѣ̑нїѧ на ни́вахъ, пшени́ца и҆ ꙗ҆чме́нь, и҆ ме́дъ и҆ ма́сло. И҆ минꙋ̀ и҆̀хъ и҆ не ᲂу҆бѝ и҆̀хъ посредѣ̀ бра́тїй и҆́хъ. |
| 9τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ τὸν Εβραῖον καὶ τὴν Εβραίαν ἐλευθέρους πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ιουδα, | 9И҆ кла́дѧзь, во́ньже вве́рже і҆сма́илъ всѧ̑, ꙗ҆̀же и҆збѝ, се́й кла́дѧзь вели́къ є҆́сть, є҆го́же сотворѝ ца́рь а҆́са, ѿ лица̀ ваа́сы царѧ̀ і҆и҃лева, се́й напо́лни і҆сма́илъ ᲂу҆бїе́нными. |
| 10καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ | 10И҆ ѡ҆братѝ і҆сма́илъ всѧ̑ лю́ди ѡ҆ста́вшыѧ въ массифа́ѳѣ и҆ дщє́ри царє́вы, ꙗ҆̀же врꙋчи́лъ а҆рхїмагі́ръ годолі́и сы́нꙋ а҆хїка́мовꙋ, и҆ взѧ̀ и҆̀хъ і҆сма́илъ сы́нъ наѳа́нь: и҆ ѿи́де на ѻ҆́нꙋ странꙋ̀ сынѡ́въ а҆ммѡ́нихъ. |
| 11καὶ ἔωσαν αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας. | 11И҆ слы́ша і҆ѡана́нъ сы́нъ карі́евъ и҆ всѝ воевѡ́ды си́лы, и҆̀же съ ни́мъ, всѧ̑ ѕла̑ѧ, ꙗ҆̀же сотворѝ і҆сма́илъ сы́нъ наѳані́евъ, |
| 12καὶ ἐγενήθη λόγος κυρίου πρὸς Ιερεμιαν λέγων | 12и҆ приведо́ша всѧ̑ вѡ́ѧ своѧ̑ и҆ и҆дѧ́хꙋ воева́ти на́нь, и҆ ѡ҆брѣто́ша є҆го̀ при водѣ̀ мно́зѣ во гаваѡ́нѣ. |
| 13Οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ Ἐγὼ ἐθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ, ᾗ ἐξειλάμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας, λέγων | 13И҆ бы́сть, є҆гда̀ ᲂу҆ви́дѣша всѝ лю́дїе, и҆̀же со і҆сма́иломъ, і҆ѡана́на сы́на карі́ева и҆ всѧ̑ воевѡ́ды си́лы, и҆̀же бы́ша съ ни́мъ, возра́довашасѧ: |
| 14Ὅταν πληρωθῇ ἓξ ἔτη, ἀποστελεῖς τὸν ἀδελφόν σου τὸν Εβραῖον, ὃς πραθήσεταί σοι· καὶ ἐργᾶταί σοι ἓξ ἔτη, καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον. καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν. | 14и҆ возврати́шасѧ всѝ лю́дїе, и҆̀хже плѣнѝ і҆сма́илъ ѿ массифы̀, и҆ возврати́вшесѧ ѿидо́ша ко і҆ѡана́нꙋ сы́нꙋ карі́евꙋ. |
| 15καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐθὲς πρὸ ὀφθαλμῶν μου τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ᾿ αὐτῷ. | 15І҆сма́илъ же ᲂу҆цѣлѣ̀ со ѻ҆смїю̀ мꙋ̑жи ѿ лица̀ і҆ѡана́нѧ и҆ и҆́де ко сынѡ́мъ а҆ммѡ̑нимъ. |
| 16καὶ ἐπεστρέψατε καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, οὓς ἐξαπεστείλατε ἐλευθέρους τῇ ψυχῇ αὐτῶν, ὑμῖν εἰς παῖδας καὶ παιδίσκας. | 16И҆ взѧ̀ і҆ѡана́нъ и҆ всѝ воевѡ́ды си́лы, и҆̀же съ ни́мъ, всѧ̑ ѡ҆ста́вшыѧсѧ лю́ди, и҆̀хже возвратѝ ѿ і҆сма́ила сы́на наѳа́нѧ и҆з̾ массифа́ѳа, повнегда̀ ᲂу҆бѝ годолі́ю, сы́на а҆хїка́млѧ, мꙋ́жы си̑льны на ра́ти, и҆ жєны̀, и҆ ѡ҆ста́нки, и҆ ка́женики, и҆̀хже ѡ҆братѝ ѿ гаваѡ́на, |
| 17διὰ τοῦτο οὕτως εἶπεν κύριος Ὑμεῖς οὐκ ἠκούσατέ μου τοῦ καλέσαι ἄφεσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· ἰδοὺ ἐγὼ καλῶ ἄφεσιν ὑμῖν εἰς μάχαιραν καὶ εἰς τὸν θάνατον καὶ εἰς τὸν λιμὸν καὶ δώσω ὑμᾶς εἰς διασπορὰν πάσαις ταῖς βασιλείαις τῆς γῆς. | 17и҆ и҆до́ша, и҆ сѣдо́ша на землѝ вирѡѳоа́мли, ꙗ҆́же ко виѳлее́мꙋ, є҆́же и҆тѝ и҆ вни́ти во є҆гѵ́петъ ѿ лица̀ халде́йска: поне́же ᲂу҆боѧ́шасѧ ѿ лица̀ и҆́хъ: |
| 18καὶ δώσω τοὺς ἄνδρας τοὺς παρεληλυθότας τὴν διαθήκην μου τοὺς μὴ στήσαντας τὴν διαθήκην μου, ἣν ἐποίησαν κατὰ πρόσωπόν μου, τὸν μόσχον ὃν ἐποίησαν ἐργάζεσθαι αὐτῷ, | 18ꙗ҆́кѡ ᲂу҆бѝ і҆сма́илъ годолі́ю, є҆го́же поста́ви ца́рь вавѷлѡ́нскїй на землѝ і҆ꙋ́динѣ. |
| 19τοὺς ἄρχοντας Ιουδα καὶ τοὺς δυνάστας καὶ τοὺς ἱερεῖς καὶ τὸν λαόν, | |
| 20καὶ δώσω αὐτοὺς τοῖς ἐχθροῖς αὐτῶν, καὶ ἔσται τὰ θνησιμαῖα αὐτῶν βρῶσις τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς. | |
| 21καὶ τὸν Σεδεκιαν βασιλέα τῆς Ιουδαίας καὶ τοὺς ἄρχοντας αὐτῶν δώσω εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ δύναμις βασιλέως Βαβυλῶνος τοῖς ἀποτρέχουσιν ἀπ᾿ αὐτῶν. | |
| 22ἰδοὺ ἐγὼ συντάσσω, φησὶν κύριος, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὴν γῆν ταύτην, καὶ πολεμήσουσιν ἐπ᾿ αὐτὴν καὶ λήμψονται αὐτὴν καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ καὶ τὰς πόλεις Ιουδα, καὶ δώσω αὐτὰς ἐρήμους ἀπὸ κατοικούντων. |