І҆еремі́и 39

Select texts:

LXX, Rahlfs
Бі́блїа. Синодальная типография, 1901
1 λόγος γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ἐν τῷ ἐνιαυτῷ τῷ δεκάτῳ τῷ βασιλεῖ Σεδεκια, οὗτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ βασιλεῖ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος, 1И҆ бы́сть въ девѧ́тое лѣ́то седекі́и царѧ̀ і҆ꙋ́дина, въ мцⷭ҇ъ десѧ́тый, прїи́де навꙋходоно́соръ ца́рь вавѷлѡ́нскїй и҆ всѧ̀ си́ла є҆гѡ̀ на і҆ерⷭ҇ли́мъ, и҆ воева́хꙋ на́нь.
2καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ Ιερουσαλημ, καὶ Ιερεμιας ἐφυλάσσετο ἐν αὐλῇ τῆς φυλακῆς, ἐστιν ἐν οἴκῳ τοῦ βασιλέως, 2И҆ въ первоена́десѧть лѣ́то седекі́и, въ мцⷭ҇ъ четве́ртый, въ девѧ́тый де́нь мцⷭ҇а, разсѣ́десѧ гра́дъ.
3ἐν κατέκλεισεν αὐτὸν βασιλεὺς Σεδεκιας λέγων Διὰ τί σὺ προφητεύεις λέγων Οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶν βασιλέως Βαβυλῶνος, καὶ λήμψεται αὐτήν, 3И҆ внидо́ша всѝ кнѧ̑зи царѧ̀ вавѷлѡ́нска и҆ сѣдо́ша во вратѣ́хъ сре́днихъ, ниргелсараса́ръ, самага́дъ, навꙋсаха́ръ, навꙋсарі́съ, нагарга́съ, насерравама́гъ, и҆ про́чїи воевѡ́ды царѧ̀ вавѷлѡ́нскагѡ.
4καὶ Σεδεκιας οὐ μὴ σωθῇ ἐκ χειρὸς τῶν Χαλδαίων, ὅτι παραδόσει παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λαλήσει στόμα αὐτοῦ πρὸς στόμα αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται, 4И҆ бы́сть є҆гда̀ ᲂу҆зрѣ̀ ѧ҆̀ седекі́а ца́рь і҆ꙋ́динъ и҆ всѝ мꙋ́жїе ра́тнїи, и҆ и҆збѣго́ша, и҆ и҆зыдо́ша въ нощѝ ѿ гра́да по пꙋтѝ вертогра́да царе́ва и҆ сквозѣ̀ врата̀, ꙗ҆̀же бѣ́ша междꙋ̀ стѣно́ю и҆ предстѣ́нїемъ: и҆ и҆зыдо́ша въ пꙋ́ть пꙋсты́ни.
5καὶ εἰσελεύσεται Σεδεκιας εἰς Βαβυλῶνα καὶ ἐκεῖ καθιεῖται. 5И҆ гна́ша в̾слѣ́дъ и҆́хъ во́инство халде́йско, и҆ постиго́ша седекі́ю на по́ли пꙋсты́ни і҆ерїхѡ́нскїѧ, и҆ є҆́мше приведо́ша къ навꙋходоно́сорꙋ царю̀ вавѷлѡ́нскꙋ во ревла́ѳъ, и҆́же въ землѝ є҆ма́ѳъ, и҆ глаго́ла къ немꙋ̀ съ сꙋдо́мъ.
6καὶ λόγος κυρίου ἐγενήθη πρὸς Ιερεμιαν λέγων 6И҆ и҆збѝ ца́рь вавѷлѡ́нскїй сы́ны седекі̑ины во ревла́ѳѣ пред̾ ѻ҆чи́ма є҆гѡ̀, и҆ всѧ̑ вельмо́жы і҆ꙋ̑дины побѝ ца́рь вавѷлѡ́нскїй.
7Ἰδοὺ Αναμεηλ υἱὸς Σαλωμ ἀδελφοῦ πατρός σου ἔρχεται πρὸς σὲ λέγων Κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν Αναθωθ, ὅτι σοὶ κρίμα παραλαβεῖν εἰς κτῆσιν. 7И҆ ѻ҆́чи седекі́и и҆з̾ѧ́тъ, и҆ ѡ҆кова̀ є҆го̀ пꙋ̑ты, и҆ ѿведѐ є҆го̀ въ вавѷлѡ́нъ.
8καὶ ἦλθεν πρός με Αναμεηλ υἱὸς Σαλωμ ἀδελφοῦ πατρός μου εἰς τὴν αὐλὴν τῆς φυλακῆς καὶ εἶπέν μοι Κτῆσαι τὸν ἀγρόν μου τὸν ἐν γῇ Βενιαμιν τὸν ἐν Αναθωθ, ὅτι σοὶ κρίμα κτήσασθαι, καὶ σὺ πρεσβύτερος. καὶ ἔγνων ὅτι λόγος κυρίου ἐστίν, 8До́мъ же царе́въ и҆ до́мы всѣ́хъ люді́й пожго́ша халде́є ѻ҆гне́мъ и҆ стѣ́нꙋ і҆ерⷭ҇ли́мскꙋ преврати́ша:
9καὶ ἐκτησάμην τὸν ἀγρὸν Αναμεηλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου· 9и҆ ѡ҆ста́нокъ люді́й, и҆ ѡ҆ста́вшихъ во гра́дѣ, и҆ ᲂу҆бѣ́гшыѧ, и҆̀же ᲂу҆теко́ша ко царю̀ вавѷлѡ́нскꙋ, и҆ ѡ҆ста́нокъ люді́й, и҆ ѡ҆ста́вшихъ преселѝ навꙋзарда́нъ воево́да въ вавѷлѡ́нъ:
10καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσφραγισάμην καὶ διεμαρτυράμην μάρτυρας καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ. 10а҆ ѿ люді́й ᲂу҆бо́гихъ, ничто́же и҆мꙋ́щихъ, ѡ҆ста́ви навꙋзарда́нъ воево́да во́инствъ въ землѝ і҆ꙋ́динѣ, и҆ дадѐ и҆̀мъ вїногра́ды и҆ ни̑вы въ то́й де́нь.
11καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσφραγισμένον καὶ τὸ ἀνεγνωσμένον 11И҆ заповѣ́да навꙋходоно́соръ ца́рь вавѷлѡ́нскїй ѡ҆ і҆еремі́и прⷪ҇ро́цѣ навꙋзарда́нови воево́дѣ во́инствъ и҆ речѐ:
12καὶ ἔδωκα αὐτὸ τῷ Βαρουχ υἱῷ Νηριου υἱοῦ Μαασαιου κατ᾿ ὀφθαλμοὺς Αναμεηλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ κατ᾿ ὀφθαλμοὺς τῶν ἑστηκότων καὶ γραφόντων ἐν τῷ βιβλίῳ τῆς κτήσεως καὶ κατ᾿ ὀφθαλμοὺς τῶν Ιουδαίων τῶν ἐν τῇ αὐλῇ τῆς φυλακῆς. 12возмѝ є҆го̀ и҆ положѝ на́нь ѻ҆́чи твоѝ и҆ ничто́же є҆мꙋ̀ сотворѝ ѕла̀: но ꙗ҆́коже восхо́щетъ, та́кѡ сотворѝ є҆мꙋ̀.
13καὶ συνέταξα τῷ Βαρουχ κατ᾿ ὀφθαλμοὺς αὐτῶν λέγων 13Посла̀ ᲂу҆̀бо навꙋзарда́нъ воево́да во́инства и҆ навꙋзезва́нъ, и҆ раѱари́съ и҆ нирге́лъ, и҆ сараса́ръ и҆ фавма́нъ, и҆ всѝ воевѡ́ды царѧ̀ вавѷлѡ́нска:
14Οὕτως εἶπεν κύριος παντοκράτωρ Λαβὲ τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον, ἵνα διαμείνῃ ἡμέρας πλείους. 14и҆ посла́ша, и҆ поѧ́ша і҆еремі́ю ѿ двора̀ темни́чнагѡ, и҆ да́ша є҆го̀ годолі́и сы́нꙋ а҆хїка́мовꙋ, сы́на сафа́нѧ, и҆ и҆зведо́ша є҆го̀, и҆ сѣ́де средѣ̀ люді́й.
15ὅτι οὕτως εἶπεν κύριος Ἔτι κτηθήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελῶνες ἐν τῇ γῇ ταύτῃ. 15И҆ ко і҆еремі́и бы́сть сло́во гдⷭ҇не во дворѣ̀ темни́чнѣмъ гл҃ѧ:
16Καὶ προσευξάμην πρὸς κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς κτήσεως πρὸς Βαρουχ υἱὸν Νηριου λέγων 16и҆дѝ и҆ рцы̀ ко а҆вдемеле́хꙋ мꙋ́ринꙋ, глаго́лѧ: та́кѡ речѐ гдⷭ҇ь бг҃ъ і҆и҃левъ: сѐ, а҆́зъ приношꙋ̀ словеса̀ моѧ̑ на гра́дъ се́й во ѕла̑ѧ, а҆ не во бл҃га̑ѧ: и҆ бꙋ́дꙋтъ пред̾ лице́мъ твои́мъ въ то́й де́нь:
17 κύριε, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ, οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐθέν, 17и҆ и҆зба́влю тѧ̀ въ то́й де́нь, и҆ не да́мъ тебѐ въ рꙋ́цѣ человѣ̑къ, и҆́хже ты̀ бои́шисѧ ѿ лица̀ и҆́хъ:
18ποιῶν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτῶν μετ᾿ αὐτούς, θεὸς μέγας καὶ ἰσχυρός, 18ꙗ҆́кѡ и҆збавлѧ́ѧ сп҃сꙋ́ тѧ, и҆ мече́мъ не паде́ши: и҆ бꙋ́детъ дꙋша̀ твоѧ̀ на ѡ҆брѣ́тенїе, ꙗ҆́кѡ ᲂу҆пова́лъ є҆сѝ на мѧ̀, речѐ гдⷭ҇ь.
19κύριος μεγάλης βουλῆς καὶ δυνατὸς τοῖς ἔργοις, θεὸς μέγας παντοκράτωρ καὶ μεγαλώνυμος κύριος· οἱ ὀφθαλμοί σου εἰς τὰς ὁδοὺς τῶν υἱῶν τῶν ἀνθρώπων δοῦναι ἑκάστῳ κατὰ τὴν ὁδὸν αὐτοῦ·
20ὃς ἐποίησας σημεῖα καὶ τέρατα ἐν γῇ Αἰγύπτῳ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐν Ισραηλ καὶ ἐν τοῖς γηγενέσιν καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡμέρα αὕτη
21καὶ ἐξήγαγες τὸν λαόν σου Ισραηλ ἐκ γῆς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγάλοις
22καὶ ἔδωκας αὐτοῖς τὴν γῆν ταύτην, ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν, γῆν ῥέουσαν γάλα καὶ μέλι·
23καὶ εἰσήλθοσαν καὶ ἐλάβοσαν αὐτὴν καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου καὶ ἐν τοῖς προστάγμασίν σου οὐκ ἐπορεύθησαν· ἅπαντα, ἐνετείλω αὐτοῖς, οὐκ ἐποίησαν· καὶ ἐποίησας συμβῆναι αὐτοῖς πάντα τὰ κακὰ ταῦτα.
24ἰδοὺ ὄχλος ἥκει εἰς τὴν πόλιν ταύτην συλλαβεῖν αὐτήν, καὶ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων τῶν πολεμούντων αὐτὴν ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ· ὡς ἐλάλησας, οὕτως ἐγένετο.
25καὶ σὺ λέγεις πρός με Κτῆσαι σεαυτῷ ἀγρὸν ἀργυρίου· καὶ ἔγραψα βιβλίον καὶ ἐσφραγισάμην καὶ ἐπεμαρτυράμην μάρτυρας· καὶ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων.
26Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
27Ἐγὼ κύριος θεὸς πάσης σαρκός· μὴ ἀπ᾿ ἐμοῦ κρυβήσεταί τι;
28διὰ τοῦτο οὕτως εἶπεν κύριος θεὸς Ισραηλ Δοθεῖσα παραδοθήσεται πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λήμψεται αὐτήν,
29καὶ ἥξουσιν οἱ Χαλδαῖοι πολεμοῦντες ἐπὶ τὴν πόλιν ταύτην καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρὶ καὶ κατακαύσουσιν τὰς οἰκίας, ἐν αἷς ἐθυμιῶσαν ἐπὶ τῶν δωμάτων αὐτῶν τῇ Βααλ καὶ ἔσπενδον σπονδὰς θεοῖς ἑτέροις πρὸς τὸ παραπικρᾶναί με.
30ὅτι ἦσαν οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα μόνοι ποιοῦντες τὸ πονηρὸν κατ᾿ ὀφθαλμούς μου ἐκ νεότητος αὐτῶν·
31ὅτι ἐπὶ τὴν ὀργήν μου καὶ ἐπὶ τὸν θυμόν μου ἦν πόλις αὕτη ἀφ᾿ ἧς ἡμέρας ᾠκοδόμησαν αὐτὴν καὶ ἕως τῆς ἡμέρας ταύτης ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου
32διὰ πάσας τὰς πονηρίας τῶν υἱῶν Ισραηλ καὶ Ιουδα, ὧν ἐποίησαν πικρᾶναί με αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν, ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ,
33καὶ ἐπέστρεψαν πρός με νῶτον καὶ οὐ πρόσωπον, καὶ ἐδίδαξα αὐτοὺς ὄρθρου καὶ ἐδίδαξα, καὶ οὐκ ἤκουσαν ἐπιλαβεῖν παιδείαν·
34καὶ ἔθηκαν τὰ μιάσματα αὐτῶν ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ᾿ αὐτῷ, ἐν ἀκαθαρσίαις αὐτῶν
35καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βααλ τοὺς ἐν φάραγγι υἱοῦ Εννομ τοῦ ἀναφέρειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τῷ Μολοχ βασιλεῖ, οὐ συνέταξα αὐτοῖς καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου, τοῦ ποιῆσαι τὸ βδέλυγμα τοῦτο πρὸς τὸ ἐφαμαρτεῖν τὸν Ιουδαν.–
36καὶ νῦν οὕτως εἶπεν κύριος θεὸς Ισραηλ ἐπὶ τὴν πόλιν, ἣν σὺ λέγεις Παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν ἀποστολῇ
37Ἰδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τῆς γῆς, οὗ διέσπειρα αὐτοὺς ἐκεῖ ἐν ὀργῇ μου καὶ τῷ θυμῷ μου καὶ παροξυσμῷ μεγάλῳ, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὸν τόπον τοῦτον καὶ καθιῶ αὐτοὺς πεποιθότας,
38καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν.
39καὶ δώσω αὐτοῖς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν φοβηθῆναί με πάσας τὰς ἡμέρας εἰς ἀγαθὸν αὐτοῖς καὶ τοῖς τέκνοις αὐτῶν μετ᾿ αὐτούς.
40καὶ διαθήσομαι αὐτοῖς διαθήκην αἰωνίαν, ἣν οὐ μὴ ἀποστρέψω ὄπισθεν αὐτῶν· καὶ τὸν φόβον μου δώσω εἰς τὴν καρδίαν αὐτῶν πρὸς τὸ μὴ ἀποστῆναι αὐτοὺς ἀπ᾿ ἐμοῦ.
41καὶ ἐπισκέψομαι τοῦ ἀγαθῶσαι αὐτοὺς καὶ φυτεύσω αὐτοὺς ἐν τῇ γῇ ταύτῃ ἐν πίστει καὶ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ.
42ὅτι οὕτως εἶπεν κύριος Καθὰ ἐπήγαγον ἐπὶ τὸν λαὸν τοῦτον πάντα τὰ κακὰ τὰ μεγάλα ταῦτα, οὕτως ἐγὼ ἐπάξω ἐπ᾿ αὐτοὺς πάντα τὰ ἀγαθά, ἐλάλησα ἐπ᾿ αὐτούς.
43καὶ κτηθήσονται ἔτι ἀγροὶ ἐν τῇ γῇ, σὺ λέγεις Ἄβατός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτήνους καὶ παρεδόθησαν εἰς χεῖρας Χαλδαίων.
44καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ, καὶ γράψεις βιβλίον καὶ σφραγιῇ καὶ διαμαρτυρῇ μάρτυρας ἐν γῇ Βενιαμιν καὶ κύκλῳ Ιερουσαλημ καὶ ἐν πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν τοῦ ὄρους καὶ ἐν πόλεσιν τῆς Σεφηλα καὶ ἐν πόλεσιν τῆς Ναγεβ, ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν.
Перейти к зачалу
Statistic
Всего токенов:

Frequencies wordforms

Statistic wordforms