І҆́ѡвъ 42
Select texts:
|
LXX, Rahlfs
|
Бі́блїа. Синодальная типография, 1901
|
| 1Ὑπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ | 1Ѿвѣща́въ же і҆́ѡвъ, речѐ ко гдⷭ҇ꙋ: |
| 2Οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐθέν. | 2вѣ́мъ, ꙗ҆́кѡ всѧ̑ мо́жеши, невозмо́жно же тебѣ̀ ничто́же. |
| 3τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν; φειδόμενος δὲ ῥημάτων καὶ σὲ οἴεται κρύπτειν; τίς δὲ ἀναγγελεῖ μοι ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἠπιστάμην; | 3Кто́ є҆сть таѧ́й ѿ тебє̀ совѣ́тъ, щадѧ́й же словеса̀ и҆ ѿ тебє̀ мни́тсѧ ᲂу҆таи́ти; кто́ же возвѣсти́тъ мѝ, и҆́хже не вѣ́дѣхъ, вє́лїѧ и҆ ди̑внаѧ, и҆́хже не зна́хъ; |
| 4ἄκουσον δέ μου, κύριε, ἵνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον. | 4Послꙋ́шай же менѐ, гдⷭ҇и, да и҆ а҆́зъ возглаго́лю: вопрошꙋ́ же тѧ̀, ты́ же мѧ̀ наꙋчѝ: |
| 5ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑόρακέν σε· | 5слꙋ́хомъ ᲂу҆́бѡ ᲂу҆́ха слы́шахъ тѧ̀ пе́рвѣе, нн҃ѣ же ѻ҆́ко моѐ ви́дѣ тѧ̀: |
| 6διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην, ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. | 6тѣ́мже ᲂу҆кори́хъ себѐ са́мъ, и҆ и҆ста́ѧхъ, и҆ мню̀ себѐ зе́млю и҆ пе́пелъ. |
| 7Ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ιωβ εἶπεν ὁ κύριος Ελιφας τῷ Θαιμανίτῃ Ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου· οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδὲν ὥσπερ ὁ θεράπων μου Ιωβ. | 7Бы́сть же є҆гда̀ и҆згл҃а гдⷭ҇ь всѧ̑ гл҃го́лы сїѧ̑ і҆́ѡвꙋ, речѐ гдⷭ҇ь ко є҆лїфа́зꙋ ѳемані́тинꙋ: согрѣши́лъ є҆сѝ ты̀ и҆ ѻ҆́ба дрꙋ́зїе твоѝ: не глаго́ласте бо предо мно́ю ничто́же и҆́стинно, ꙗ҆́коже ра́бъ моѝ і҆́ѡвъ: |
| 8νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ιωβ, καὶ ποιήσει κάρπωσιν περὶ ὑμῶν· Ιωβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμῶν, ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήμψομαι· εἰ μὴ γὰρ δι᾿ αὐτόν, ἀπώλεσα ἂν ὑμᾶς· οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου Ιωβ.– | 8нн҃ѣ же возми́те се́дмь тельцє́въ и҆ се́дмь ѻ҆внѡ́въ и҆ и҆ди́те ко рабꙋ̀ моемꙋ̀ і҆́ѡвꙋ, и҆ сотвори́тъ же́ртвꙋ ѡ҆ ва́съ: і҆́ѡвъ же ра́бъ мо́й помо́литсѧ ѡ҆ ва́съ, поне́же то́чїю лицѐ є҆гѡ̀ прїимꙋ̀: а҆́ще бо не є҆гѡ̀ ра́ди, погꙋби́лъ бы́хъ ᲂу҆́бѡ ва́съ: не глаго́ласте бо и҆́стины на раба̀ моего̀ і҆́ѡва. |
| 9ἐπορεύθη δὲ Ελιφας ὁ Θαιμανίτης καὶ Βαλδαδ ὁ Σαυχίτης καὶ Σωφαρ ὁ Μιναῖος καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς ὁ κύριος, καὶ ἔλυσεν τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ιωβ. | 9Ѿи́де же є҆лїфа́зъ ѳемані́тинъ и҆ валда́дъ саѵхе́йскїй и҆ сѡфа́ръ мїне́йскїй и҆ сотвори́ша, ꙗ҆́коже повелѣ̀ и҆̀мъ гдⷭ҇ь. И҆ ѿпꙋстѝ грѣхѝ и҆̀мъ і҆́ѡва ра́ди. |
| 10ὁ δὲ κύριος ηὔξησεν τὸν Ιωβ· εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν· ἔδωκεν δὲ ὁ κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν Ιωβ εἰς διπλασιασμόν. | 10Гдⷭ҇ь же возрастѝ і҆́ѡва: молѧ́щꙋсѧ же є҆мꙋ̀ и҆ ѡ҆ дрꙋзѣ́хъ свои́хъ, ѿпꙋстѝ и҆̀мъ грѣхѝ и҆́хъ, и҆ дадѐ гдⷭ҇ь сꙋгꙋ̑баѧ, є҆ли̑ка бѧ́хꙋ пре́жде і҆́ѡвꙋ во ᲂу҆сꙋгꙋбле́нїе. |
| 11ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ συμβεβηκότα αὐτῷ καὶ ἦλθον πρὸς αὐτὸν καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν ἐκ πρώτου· φαγόντες δὲ καὶ πιόντες παρ᾿ αὐτῷ παρεκάλεσαν αὐτόν, καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν, οἷς ἐπήγαγεν αὐτῷ ὁ κύριος· ἔδωκεν δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦν ἄσημον. | 11Оу҆слы́шаша же всѝ бра́тїѧ є҆гѡ̀ и҆ сєстры̀ є҆гѡ̀ всѧ̑ слꙋчи̑вшаѧсѧ є҆мꙋ̀, и҆ прїидо́ша къ немꙋ̀, и҆ всѝ є҆ли́цы зна́хꙋ є҆го̀ пе́рвѣе: ꙗ҆́дше же и҆ пи́вше ᲂу҆ негѡ̀, ᲂу҆тѣ́шиша є҆го̀ и҆ диви́шасѧ ѡ҆ всѣ́хъ, ꙗ҆̀же наведѐ на́нь бг҃ъ: даде́ же є҆мꙋ̀ кі́йждо а҆́гницꙋ є҆ди́нꙋ и҆ четы́ре дра̑хмы зла́та назна́менована. |
| 12ὁ δὲ κύριος εὐλόγησεν τὰ ἔσχατα Ιωβ ἢ τὰ ἔμπροσθεν· ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἑξακισχίλιαι, ζεύγη βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλιαι. | 12Гдⷭ҇ь же блгⷭ҇вѝ послѣ̑днѧѧ і҆́ѡвлѧ, не́же прє́жнѧѧ: бѧ́хꙋ же ско́ти є҆гѡ̀, ѻ҆ве́цъ четырена́десѧть ты́сѧщъ, вельблю́дѡвъ ше́сть ты́сѧщъ, сꙋпрꙋ̑гъ волѡ́въ ты́сѧща, ѻ҆сли́цъ ста́дныхъ ты́сѧща. |
| 13γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς· | 13Роди́шажесѧ є҆мꙋ̀ сы́нове се́дмь и҆ дщє́ри трѝ: |
| 14καὶ ἐκάλεσεν τὴν μὲν πρώτην Ἡμέραν, τὴν δὲ δευτέραν Κασίαν, τὴν δὲ τρίτην Ἀμαλθείας κέρας· | 14и҆ наречѐ пе́рвꙋю ᲂу҆́бѡ де́нь, вторꙋ́ю же кассі́ю, тре́тїю же а҆малѳе́евъ ро́гъ: |
| 15καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ιωβ βελτίους αὐτῶν ἐν τῇ ὑπ᾿ οὐρανόν· ἔδωκεν δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς. | 15и҆ не ѡ҆брѣто́шасѧ подѡ́бны въ лѣ́потѣ дще́ремъ і҆́ѡвлєвымъ въ поднебе́снѣй: даде́ же и҆̀мъ ѻ҆те́цъ наслѣ́дїе въ бра́тїи и҆́хъ. |
| 16ἔζησεν δὲ Ιωβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔζησεν ἔτη διακόσια τεσσαράκοντα ὀκτώ· καὶ εἶδεν Ιωβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ τετάρτην γενεάν· | 16Поживе́ же і҆́ѡвъ по ꙗ҆́звѣ лѣ́тъ сто̀ се́дмьдесѧтъ, всѣ́хъ же лѣ́тъ поживѐ двѣ́сти четы́редесѧть ѻ҆́смь. И҆ ви́дѣ і҆́ѡвъ сы́ны своѧ̑ и҆ сы́ны сынѡ́въ свои́хъ, да́же до четве́ртагѡ ро́да. |
| 17καὶ ἐτελεύτησεν Ιωβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν. 17a γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ᾿ ὧν ὁ κύριος ἀνίστησιν. 17b Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου ἐν μὲν γῇ κατοικῶν τῇ Αυσίτιδι ἐπὶ τοῖς ὁρίοις τῆς Ιδουμαίας καὶ Ἀραβίας, προυπῆρχεν δὲ αὐτῷ ὄνομα Ιωβαβ· 17c λαβὼν δὲ γυναῖκα Ἀράβισσαν γεννᾷ υἱόν, ᾧ ὄνομα Εννων, ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρε, τῶν Ησαυ υἱῶν υἱός, μητρὸς δὲ Βοσορρας, ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Αβρααμ. 17d καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Εδωμ, ἧς καὶ αὐτὸς ἦρξεν χώρας· πρῶτος Βαλακ ὁ τοῦ Βεωρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα· μετὰ δὲ Βαλακ Ιωβαβ ὁ καλούμενος Ιωβ· μετὰ δὲ τοῦτον Ασομ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτιδος χώρας· μετὰ δὲ τοῦτον Αδαδ υἱὸς Βαραδ ὁ ἐκκόψας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ. 17e οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι· Ελιφας τῶν Ησαυ υἱῶν Θαιμανων βασιλεύς, Βαλδαδ ὁ Σαυχαίων τύραννος, Σωφαρ ὁ Μιναίων βασιλεύς. | 17И҆ сконча́сѧ і҆́ѡвъ ста́ръ и҆ и҆спо́лнь дні́й. Пи́сано же є҆́сть па́ки воста́ти є҆мꙋ̀, съ ни́миже гдⷭ҇ь возста́витъ и҆̀. Та́кѡ толкꙋ́етсѧ ѿ сѵ́рскїѧ кни́ги: въ землѝ ᲂу҆́бѡ живы́й а҆ѵсїтїді́йстѣй, на предѣ́лѣхъ і҆дꙋме́и и҆ а҆раві́и: пре́жде же бѧ́ше и҆́мѧ є҆мꙋ̀ і҆ѡва́въ: взе́мъ же женꙋ̀ а҆ра́влѧныню, родѝ сы́на, є҆мꙋ́же и҆́мѧ є҆ннѡ́нъ: бѣ́ же то́й ѻ҆тца̀ ᲂу҆́бѡ заре́ѳа, и҆са́ѵовыхъ сынѡ́въ сы́нъ, ма́тере же восо́рры, ꙗ҆́коже бы́ти є҆мꙋ̀ пѧ́томꙋ ѿ а҆враа́ма. И҆ сі́и ца́рїе ца́рствовавшїи во є҆дѡ́мѣ, є҆́юже и҆ то́й ѡ҆блада́ше страно́ю: пе́рвый вала́къ сы́нъ веѡ́ровъ, и҆ и҆́мѧ гра́дꙋ є҆гѡ̀ деннава̀: по вала́цѣ же і҆ѡва́въ, нарица́емый і҆́ѡвъ: по се́мъ а҆сѡ́мъ бы́вшїй во́ждь ѿ ѳеманїтїді́йскїѧ страны̀: по се́мъ а҆да́дъ, сы́нъ вара́довъ, и҆́же и҆зсѣчѐ мадїа́ма на по́ли мѡа́вли, и҆ и҆́мѧ гра́дꙋ є҆гѡ̀ геѳе́мъ. Прише́дшїи же къ немꙋ̀ дрꙋ́зїе, є҆лїфа́зъ( сы́нъ сѡфа́нь) ѿ сынѡ́въ и҆са́ѵовыхъ, ца́рь ѳемані́йскїй, валда́дъ( сы́нъ а҆мнѡ́на хова́рскагѡ) саѵхе́йскїй власти́тель, сѡфа́ръ мїне́йскїй ца́рь. |