И҆схо́дъ 6
Select texts:
|
LXX, Rahlfs
|
Бі́блїа. Синодальная типография, 1901
|
| 1καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραω· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ. | 1И҆ речѐ гдⷭ҇ь къ мѡѷсе́ю: сѐ, ᲂу҆́зриши, что̀ сотворю̀ фараѡ́нꙋ: рꙋко́ю бо крѣ́пкою ѿпꙋ́ститъ и҆̀хъ и҆ мы́шцею высо́кою и҆зжене́тъ и҆̀хъ ѿ землѝ своеѧ̀. |
| 2Ἐλάλησεν δὲ ὁ θεὸς πρὸς Μωυσῆν καὶ εἶπεν πρὸς αὐτόν Ἐγὼ κύριος· | 2Гл҃а же бг҃ъ къ мѡѷсе́ю и҆ речѐ є҆мꙋ̀: а҆́зъ гдⷭ҇ь, |
| 3καὶ ὤφθην πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ, θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου κύριος οὐκ ἐδήλωσα αὐτοῖς· | 3и҆ ꙗ҆ви́хсѧ а҆враа́мꙋ, и҆ і҆саа́кꙋ, и҆ і҆а́кѡвꙋ, бг҃ъ сы́й и҆́хъ, и҆ и҆́мене моегѡ̀ гдⷭ҇ь не ꙗ҆ви́хъ и҆̀мъ: |
| 4καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων, τὴν γῆν, ἣν παρῳκήκασιν, ἐν ᾗ καὶ παρῴκησαν ἐπ᾿ αὐτῆς. | 4и҆ поста́вихъ завѣ́тъ мо́й съ ни́ми, ꙗ҆́кѡ да́ти и҆̀мъ зе́млю ханаа́нскꙋ, зе́млю прише́льствїѧ и҆́хъ, на не́йже и҆ ѡ҆бита́хꙋ: |
| 5καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν Ισραηλ, ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς, καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν. | 5а҆́зъ же ᲂу҆слы́шахъ стена́нїе сынѡ́въ і҆и҃левыхъ, и҆̀мже є҆гѵ́птѧне порабо́тиша и҆̀хъ, и҆ помѧнꙋ́хъ завѣ́тъ мо́й: |
| 6βάδιζε εἰπὸν τοῖς υἱοῖς Ισραηλ λέγων Ἐγὼ κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων καὶ ῥύσομαι ὑμᾶς ἐκ τῆς δουλείας καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ | 6и҆дѝ, рцы̀ сынѡ́мъ і҆и҃лєвымъ глаго́лѧ: а҆́зъ гдⷭ҇ь, и҆ и҆зведꙋ̀ ва́съ ѿ наси́лїѧ є҆гѵ́петска, и҆ и҆зба́влю ва́съ ѿ рабо́ты( и҆́хъ) , и҆ ѿимꙋ̀ ва́съ мы́шцею высо́кою и҆ сꙋдо́мъ вели́кимъ, |
| 7καὶ λήμψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν θεός, καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων, | 7и҆ прїимꙋ̀ вы̀ себѣ̀ въ лю́ди, и҆ бꙋ́дꙋ ва́мъ бг҃ъ: и҆ ᲂу҆разꙋмѣ́ете, ꙗ҆́кѡ а҆́зъ гдⷭ҇ь бг҃ъ ва́шъ, и҆зведы́й ва́съ ѿ землѝ є҆гѵ́петскїѧ и҆ ѿ наси́лїѧ є҆гѵ́петска: |
| 8καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου δοῦναι αὐτὴν τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ, καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ· ἐγὼ κύριος. | 8и҆ введꙋ̀ ва́съ въ зе́млю, на ню́же простро́хъ рꙋ́кꙋ мою̀, да́ти ю҆̀ а҆враа́мꙋ и҆ і҆саа́кꙋ и҆ і҆а́кѡвꙋ: и҆ да́мъ ю҆̀ ва́мъ въ наслѣ́дїе, а҆́зъ гдⷭ҇ь. |
| 9ἐλάλησεν δὲ Μωϋσῆς οὕτως τοῖς υἱοῖς Ισραηλ, καὶ οὐκ εἰσήκουσαν Μωυσῇ ἀπὸ τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν. | 9Глаго́ла же мѡѷсе́й та́кѡ сынѡ́мъ і҆и҃лєвымъ, и҆ не послꙋ́шаша мѡѷсе́а ѿ малодꙋ́шїѧ и҆ ѿ дѣ́лъ же́стокихъ. |
| 10Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων | 10Рече́ же гдⷭ҇ь къ мѡѷсе́ю, гл҃ѧ: |
| 11Εἴσελθε λάλησον Φαραω βασιλεῖ Αἰγύπτου, ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦ. | 11вни́ди, глаго́ли фараѡ́нꙋ царю̀ є҆гѵ́петскомꙋ, да ѿпꙋ́ститъ сы́ны і҆и҃лєвы и҆з̾ землѝ своеѧ̀. |
| 12ἐλάλησεν δὲ Μωϋσῆς ἔναντι κυρίου λέγων Ἰδοὺ οἱ υἱοὶ Ισραηλ οὐκ εἰσήκουσάν μου, καὶ πῶς εἰσακούσεταί μου Φαραω; ἐγὼ δὲ ἄλογός εἰμι. | 12Рече́ же мѡѷсе́й пред̾ гдⷭ҇емъ глаго́лѧ: сѐ, сы́нове і҆и҃лєвы не послꙋ́шаша менѐ, и҆ ка́кѡ послꙋ́шаетъ менѐ фараѡ́нъ; а҆́зъ же неслове́сенъ є҆́смь. |
| 13εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραω βασιλέα Αἰγύπτου ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου. | 13Рече́ же гдⷭ҇ь къ мѡѷсе́ю и҆ а҆арѡ́нꙋ и҆ завѣща̀ и҆̀мъ вни́ти къ фараѡ́нꙋ царю̀ є҆гѵ́петскомꙋ, да ѿпꙋ́ститъ сы́ны і҆и҃лєвы ѿ землѝ є҆гѵ́петскїѧ. |
| 14Καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν. υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ· Ενωχ καὶ Φαλλους, Ασρων καὶ Χαρμι· αὕτη ἡ συγγένεια Ρουβην. | 14И҆ сі́и старѣ̑йшины домѡ́въ ѻ҆те́чествъ и҆́хъ: сы́нове рꙋви́ма, пе́рвенца і҆и҃лева, є҆нѡ́хъ и҆ фалло́съ, а҆срѡ́нъ и҆ хармі̀: сїѐ пле́мѧ рꙋви́мово. |
| 15καὶ υἱοὶ Συμεων· Ιεμουηλ καὶ Ιαμιν καὶ Αωδ καὶ Ιαχιν καὶ Σααρ καὶ Σαουλ ὁ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεων. | 15Сы́нове же сѷмеѡ́нѡвы: і҆емꙋи́лъ и҆ і҆амі́нъ, и҆ а҆ѡ́дъ и҆ а҆хі́нъ, и҆ саа́ръ и҆ саꙋ́лъ, и҆̀же ѿ фїнїсси́ны: сїѧ̑ рождє́нїѧ сынѡ́въ сѷмеѡ́новыхъ. |
| 16καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευι κατὰ συγγενείας αὐτῶν· Γεδσων, Κααθ καὶ Μεραρι· καὶ τὰ ἔτη τῆς ζωῆς Λευι ἑκατὸν τριάκοντα ἑπτά. | 16И҆ сїѧ̑ и҆мена̀ сынѡ́въ леѵі́иныхъ по сродствѡ́мъ и҆́хъ: гирсѡ́нъ, каа́ѳъ и҆ мера́рї: лѣ́тъ же житїѧ̀ леѵі́ина сто̀ три́десѧть се́дмь. |
| 17καὶ οὗτοι υἱοὶ Γεδσων· Λοβενι καὶ Σεμει, οἶκοι πατριᾶς αὐτῶν. | 17Сі́и же сы́нове гирсѡ̑ни: ловені̀ и҆ семе́й: до́мове рожде́нїѧ и҆́хъ. |
| 18καὶ υἱοὶ Κααθ· Αμβραμ καὶ Ισσααρ, Χεβρων καὶ Οζιηλ· καὶ τὰ ἔτη τῆς ζωῆς Κααθ ἑκατὸν τριάκοντα ἔτη. | 18Сы́нове же каа́ѳѡвы: а҆мвра́мъ и҆ і҆ссаа́ръ, хеврѡ́нъ и҆ ѻ҆зїи́лъ: лѣ́тъ же житїѧ̀ каа́ѳова сто̀ три́десѧть трѝ. |
| 19καὶ υἱοὶ Μεραρι· Μοολι καὶ Ομουσι. οὗτοι οἶκοι πατριῶν Λευι κατὰ συγγενείας αὐτῶν. | 19Сы́нове же мера̑рїны: моолі̀ и҆ ѻ҆мꙋсі̀: сі́и до́мове рожде́нїѧ леѵі́ина по сродствѡ́мъ и҆́хъ. |
| 20καὶ ἔλαβεν Αμβραμ τὴν Ιωχαβεδ θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα, καὶ ἐγέννησεν αὐτῷ τόν τε Ααρων καὶ Μωυσῆν καὶ Μαριαμ τὴν ἀδελφὴν αὐτῶν· τὰ δὲ ἔτη τῆς ζωῆς Αμβραμ ἑκατὸν τριάκοντα δύο ἔτη. | 20И҆ поѧ̀ а҆мвра́мъ і҆ѡхаве́дꙋ, дще́рь бра́та ѻ҆тца̀ своегѡ̀, себѣ̀ въ женꙋ̀, и҆ родѝ є҆мꙋ̀ а҆арѡ́на и҆ мѡѷсе́а и҆ марїа́мь сестрꙋ̀ и҆́хъ: лѣ́тъ же житїѧ̀ а҆мвра́мова сто̀ три́десѧть се́дмь. |
| 21καὶ υἱοὶ Ισσααρ· Κορε καὶ Ναφεκ καὶ Ζεχρι. | 21Сы́нове же і҆ссаа́рѡвы: корѐ и҆ нафе́къ и҆ зе́хрї. |
| 22καὶ υἱοὶ Οζιηλ· Ελισαφαν καὶ Σετρι. | 22Сы́нове же ѻ҆зїи́лѡвы: мїсаи́лъ и҆ є҆лїсафа́нъ и҆ сегрі̀. |
| 23ἔλαβεν δὲ Ααρων τὴν Ελισαβεθ θυγατέρα Αμιναδαβ ἀδελφὴν Ναασσων αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ. | 23Поѧ́ же а҆арѡ́нъ є҆лїсаве́тꙋ, дще́рь а҆мїнада́вовꙋ, сестрꙋ̀ наассѡ́новꙋ, себѣ̀ въ женꙋ̀, и҆ родѝ є҆мꙋ̀ нада́ва и҆ а҆вїꙋ́да, и҆ є҆леаза́ра и҆ і҆ѳама́ра. |
| 24υἱοὶ δὲ Κορε· Ασιρ καὶ Ελκανα καὶ Αβιασαφ· αὗται αἱ γενέσεις Κορε. | 24Сы́нове же коре́ѡвы: а҆си́ръ и҆ є҆лкана̀ и҆ а҆вїаса́ръ: сїѧ̑ рождє́нїѧ коре́ѡва. |
| 25καὶ Ελεαζαρ ὁ τοῦ Ααρων ἔλαβεν τῶν θυγατέρων Φουτιηλ αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Φινεες. αὗται αἱ ἀρχαὶ πατριᾶς Λευιτῶν κατὰ γενέσεις αὐτῶν. | 25И҆ є҆леаза́ръ, сы́нъ а҆арѡ́новъ, поѧ̀ ѿ дще́рей фꙋтїи́ловыхъ себѣ̀ въ женꙋ̀, и҆ родѝ є҆мꙋ̀ фїнее́са: сїѧ̑ старѣ̑йшинства ѻ҆те́чества леѵі́тска по сродствѡ́мъ и҆́хъ. |
| 26οὗτος Ααρων καὶ Μωϋσῆς, οἷς εἶπεν αὐτοῖς ὁ θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν· | 26Се́й а҆арѡ́нъ и҆ мѡѷсе́й, и҆̀мже речѐ бг҃ъ и҆звестѝ сы́ны і҆и҃лєвы и҆з̾ землѝ є҆гѵ́петскїѧ съ си́лою и҆́хъ. |
| 27οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου· αὐτὸς Ααρων καὶ Μωϋσῆς. | 27Сі́и сꙋ́ть, и҆̀же глаго́ласта къ фараѡ́нꙋ царю̀ є҆гѵ́петскомꙋ, є҆́же и҆звестѝ сы́ны і҆и҃лєвы ѿ землѝ є҆гѵ́петскїѧ: се́й а҆арѡ́нъ и҆ мѡѷсе́й, |
| 28Ἧι ἡμέρᾳ ἐλάλησεν κύριος Μωυσῇ ἐν γῇ Αἰγύπτῳ, | 28во́ньже де́нь гл҃а гдⷭ҇ь къ мѡѷсе́ю въ землѝ є҆гѵ́петстѣй. |
| 29καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων Ἐγὼ κύριος· λάλησον πρὸς Φαραω βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ. | 29И҆ речѐ гдⷭ҇ь къ мѡѷсе́ю гл҃ѧ: а҆́зъ гдⷭ҇ь: глаго́ли къ фараѡ́нꙋ царю̀ є҆гѵ́петскомꙋ, є҆ли̑ка а҆́зъ гл҃ю къ тебѣ̀. |
| 30καὶ εἶπεν Μωϋσῆς ἐναντίον κυρίου Ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι, καὶ πῶς εἰσακούσεταί μου Φαραω; | 30И҆ речѐ мѡѷсе́й пред̾ гдⷭ҇емъ: сѐ, а҆́зъ хꙋдогла́сенъ є҆́смь, и҆ ка́кѡ послꙋ́шаетъ менѐ фараѡ́нъ; |