И҆схо́дъ 38
Select texts:
|
LXX, Rahlfs
|
Бі́блїа. Синодальная типография, 1901
|
| 1Καὶ ἐποίησεν Βεσελεηλ τὴν κιβωτὸν | 1Се́й сотворѝ ѻ҆лта́рь мѣ́дѧнъ и҆з̾ кади́льницъ мѣ́дѧныхъ, ꙗ҆̀же бы́ша мꙋжє́мъ вскрамоли́вшымсѧ съ коре́овымъ со́нмищемъ: се́й сотворѝ всѧ̑ сосꙋ́ды ѻ҆лтарѧ̀ и҆ кади́льникъ є҆гѡ̀, и҆ стоѧ́ло є҆гѡ̀ и҆ ча́шы, и҆ ви̑лицы є҆гѡ̀ мѣ̑дѧны: се́й сотворѝ ѻ҆лтарю̀ ѡ҆́крестъ ѡ҆бложе́нїе дѣ́ломъ мре́жнымъ, сни́зꙋ ѻ҆гни́ща под̾ ни́мъ да́же до среды̀ є҆гѡ̀, и҆ положѝ на не́мъ четы́ри кѡльца̀ ѿ четы́рехъ стра́нъ ѡ҆бложе́нїѧ ѻ҆лтарѧ̀ мѣ̑дѧны, широкѝ носи́ламъ, є҆́же носи́ти ѻ҆лта́рь на ни́хъ: се́й сотворѝ є҆ле́й пома́занїѧ ст҃ы́й, и҆ сложе́нїе ѳѷмїа́ма, дѣ́ло чи́стое мѷрова́рца: се́й сотворѝ ᲂу҆мыва́льницꙋ мѣ́дѧнꙋ и҆ стоѧ́ло є҆ѧ̀ мѣ́дѧно и҆з̾ зерца́лъ по́стницъ, ꙗ҆̀же пости́шасѧ ᲂу҆ две́рїй ски́нїи свидѣ́нїѧ, во́ньже де́нь поста́ви ю҆̀: и҆ сотворѝ ᲂу҆мыва́льницꙋ, да ѡ҆мыва́ютъ и҆з̾ неѧ̀ мѡѷсе́й и҆ а҆арѡ́нъ и҆ сы́нове є҆гѡ̀ рꙋ́цѣ своѝ и҆ но́зѣ, входѧ́щымъ и҆̀мъ въ ски́нїю свидѣ́нїѧ: и҆лѝ є҆гда̀ прихо́дѧтъ ко ѻ҆лтарю̀ слꙋжи́ти, ѡ҆мыва́хꙋсѧ и҆з̾ неѧ̀, ꙗ҆́коже заповѣ́да гдⷭ҇ь мѡѷсе́ю. |
| 2καὶ κατεχρύσωσεν αὐτὴν χρυσίῳ καθαρῷ ἔσωθεν καὶ ἔξωθεν. | |
| 3καὶ ἐχώνευσεν αὐτῇ τέσσαρας δακτυλίους χρυσοῦς, δύο ἐπὶ τὸ κλίτος τὸ ἓν καὶ δύο ἐπὶ τὸ κλίτος τὸ δεύτερον, | |
| 4εὐρεῖς τοῖς διωστῆρσιν ὥστε αἴρειν αὐτὴν ἐν αὐτοῖς. | |
| 5καὶ ἐποίησεν τὸ ἱλαστήριον ἐπάνωθεν τῆς κιβωτοῦ ἐκ χρυσίου | |
| 6καὶ τοὺς δύο χερουβιμ χρυσοῦς, | |
| 7χερουβ ἕνα ἐπὶ τὸ ἄκρον τοῦ ἱλαστηρίου τὸ ἓν καὶ χερουβ ἕνα ἐπὶ τὸ ἄκρον τὸ δεύτερον τοῦ ἱλαστηρίου, | |
| 8σκιάζοντα ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τὸ ἱλαστήριον. | |
| 9Καὶ ἐποίησεν τὴν τράπεζαν τὴν προκειμένην ἐκ χρυσίου καθαροῦ· | |
| 10καὶ ἐχώνευσεν αὐτῇ τέσσαρας δακτυλίους, δύο ἐπὶ τοῦ κλίτους τοῦ ἑνὸς καὶ δύο ἐπὶ τοῦ κλίτους τοῦ δευτέρου, εὐρεῖς ὥστε αἴρειν τοῖς διωστῆρσιν ἐν αὐτοῖς. | |
| 11καὶ τοὺς διωστῆρας τῆς κιβωτοῦ καὶ τῆς τραπέζης ἐποίησεν καὶ κατεχρύσωσεν αὐτοὺς χρυσίῳ. | |
| 12καὶ ἐποίησεν τὰ σκεύη τῆς τραπέζης, τά τε τρυβλία καὶ τὰς θυίσκας καὶ τοὺς κυάθους καὶ τὰ σπονδεῖα, ἐν οἷς σπείσει ἐν αὐτοῖς, χρυσᾶ. | |
| 13Καὶ ἐποίησεν τὴν λυχνίαν, ἣ φωτίζει, χρυσῆν, στερεὰν τὸν καυλόν, | |
| 14καὶ τοὺς καλαμίσκους ἐξ ἀμφοτέρων τῶν μερῶν αὐτῆς· | |
| 15ἐκ τῶν καλαμίσκων αὐτῆς οἱ βλαστοὶ ἐξέχοντες, τρεῖς ἐκ τούτου καὶ τρεῖς ἐκ τούτου, ἐξισούμενοι ἀλλήλοις· | |
| 16καὶ τὰ λαμπάδια αὐτῶν, ἅ ἐστιν ἐπὶ τῶν ἄκρων, καρυωτὰ ἐξ αὐτῶν· καὶ τὰ ἐνθέμια ἐξ αὐτῶν, ἵνα ὦσιν ἐπ᾿ αὐτῶν οἱ λύχνοι, καὶ τὸ ἐνθέμιον τὸ ἕβδομον ἀπ᾿ ἄκρου τοῦ λαμπαδίου ἐπὶ τῆς κορυφῆς ἄνωθεν, στερεὸν ὅλον χρυσοῦν· | |
| 17καὶ ἑπτὰ λύχνους ἐπ᾿ αὐτῆς χρυσοῦς καὶ τὰς λαβίδας αὐτῆς χρυσᾶς καὶ τὰς ἐπαρυστρίδας αὐτῶν χρυσᾶς. | |
| 18Οὗτος περιηργύρωσεν τοὺς στύλους καὶ ἐχώνευσεν τῷ στύλῳ δακτυλίους χρυσοῦς καὶ ἐχρύσωσεν τοὺς μοχλοὺς χρυσίῳ καὶ κατεχρύσωσεν τοὺς στύλους τοῦ καταπετάσματος χρυσίῳ καὶ ἐποίησεν τὰς ἀγκύλας χρυσᾶς. | |
| 19οὗτος ἐποίησεν καὶ τοὺς κρίκους τῆς σκηνῆς χρυσοῦς καὶ τοὺς κρίκους τῆς αὐλῆς καὶ κρίκους εἰς τὸ ἐκτείνειν τὸ κατακάλυμμα ἄνωθεν χαλκοῦς. | |
| 20οὗτος ἐχώνευσεν τὰς κεφαλίδας τὰς ἀργυρᾶς τῆς σκηνῆς καὶ τὰς κεφαλίδας τὰς χαλκᾶς τῆς θύρας τῆς σκηνῆς καὶ τὴν πύλην τῆς αὐλῆς καὶ ἀγκύλας ἐποίησεν τοῖς στύλοις ἀργυρᾶς ἐπὶ τῶν στύλων· οὗτος περιηργύρωσεν αὐτάς. | |
| 21οὗτος ἐποίησεν καὶ τοὺς πασσάλους τῆς σκηνῆς καὶ τοὺς πασσάλους τῆς αὐλῆς χαλκοῦς. | |
| 22οὗτος ἐποίησεν τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐκ τῶν πυρείων τῶν χαλκῶν, ἃ ἦσαν τοῖς ἀνδράσιν τοῖς καταστασιάσασι μετὰ τῆς Κορε συναγωγῆς. | |
| 23οὗτος ἐποίησεν πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου καὶ τὸ πυρεῖον αὐτοῦ καὶ τὴν βάσιν καὶ τὰς φιάλας καὶ τὰς κρεάγρας χαλκᾶς. | |
| 24οὗτος ἐποίησεν τῷ θυσιαστηρίῳ παράθεμα, ἔργον δικτυωτόν, κάτωθεν τοῦ πυρείου ὑπὸ αὐτὸ ἕως τοῦ ἡμίσους αὐτοῦ καὶ ἐπέθηκεν αὐτῷ τέσσαρας δακτυλίους ἐκ τῶν τεσσάρων μερῶν τοῦ παραθέματος τοῦ θυσιαστηρίου χαλκοῦς, τοῖς μοχλοῖς εὐρεῖς ὥστε αἴρειν τὸ θυσιαστήριον ἐν αὐτοῖς. | |
| 25οὗτος ἐποίησεν τὸ ἔλαιον τῆς χρίσεως τὸ ἅγιον καὶ τὴν σύνθεσιν τοῦ θυμιάματος, καθαρὸν ἔργον μυρεψοῦ. | |
| 26οὗτος ἐποίησεν τὸν λουτῆρα χαλκοῦν καὶ τὴν βάσιν αὐτοῦ χαλκῆν ἐκ τῶν κατόπτρων τῶν νηστευσασῶν, αἳ ἐνήστευσαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν ᾗ ἡμέρᾳ ἔπηξεν αὐτήν· | |
| 27καὶ ἐποίησεν τὸν λουτῆρα, ἵνα νίπτωνται ἐξ αὐτοῦ Μωϋσῆς καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας· εἰσπορευομένων αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν, ἐνίπτοντο ἐξ αὐτοῦ, καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ. |