в҃ ца́рствъ 8

Select texts:

LXX, Rahlfs
Бі́блїа. Синодальная типография, 1901
1Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυιδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς· καὶ ἔλαβεν Δαυιδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων. 1И҆ бы́сть по си́хъ, и҆ поразѝ даві́дъ и҆ноплеме́нники и҆ побѣдѝ и҆̀хъ, и҆ взѧ̀ даві́дъ ѿлꙋче́нное{ мѣ́сто} ѿ рꙋкѝ и҆ноплеме́нничи.
2καὶ ἐπάταξεν Δαυιδ τὴν Μωαβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν, καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι, καὶ τὰ δύο σχοινίσματα ἐζώγρησεν, καὶ ἐγένετο Μωαβ τῷ Δαυιδ εἰς δούλους φέροντας ξένια. 2И҆ поразѝ даві́дъ мѡа́ва, и҆ размѣ́ри и҆̀хъ ᲂу҆́жами, положи́въ и҆̀хъ на землѝ: и҆ бы́ша два̀ ᲂу҆́жа на ᲂу҆мерщвле́нїе, и҆ два̀ ᲂу҆́жа на ѡ҆живле́нїе: и҆ бы́сть мѡа́въ даві́дꙋ въ раба̀ даю́ща да́нь.
3καὶ ἐπάταξεν Δαυιδ τὸν Αδρααζαρ υἱὸν Ρααβ βασιλέα Σουβα πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην. 3И҆ поразѝ даві́дъ а҆драаза́ра сы́на раа́ва царѧ̀ сꙋ́вска, и҆дꙋ́щꙋ є҆мꙋ̀ поста́вити рꙋ́кꙋ свою̀ на рѣцѣ̀ є҆ѵфра́тѣ:
4καὶ προκατελάβετο Δαυιδ τῶν αὐτοῦ χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν, καὶ παρέλυσεν Δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα. 4и҆ предвзѧ̀ даві́дъ ѿ негѡ̀ ты́сѧщꙋ колесни́цъ и҆ се́дмь ты́сѧщъ кѡ́нникъ и҆ два́десѧть ты́сѧщъ мꙋже́й пѣшцє́въ, и҆ разрꙋшѝ даві́дъ всѧ̑ колєсни́цы, и҆ ѡ҆ста́ви себѣ̀ ѿ ни́хъ сто̀ колесни́цъ.
5καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ Αδρααζαρ βασιλεῖ Σουβα, καὶ ἐπάταξεν Δαυιδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν. 5И҆ прїи́де сѷрі́а дама́скова помощѝ а҆драаза́рꙋ царю̀ сꙋ́вскꙋ, и҆ поразѝ даві́дъ ѿ сѷрі́и два́десѧть двѣ̀ ты́сѧщы мꙋже́й,
6καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἐγένετο Σύρος τῷ Δαυιδ εἰς δούλους φέροντας ξένια. καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.– 6и҆ поста́ви даві́дъ стра́жꙋ въ сѷрі́и, ꙗ҆́же под̾ дама́скомъ, и҆ бы́сть сѷрі́а даві́дꙋ въ рабы̑ даю́щыѧ да́нь: и҆ сп҃сѐ гдⷭ҇ь даві́да во всѣ́хъ, а҆́може хожда́ше.
7καὶ ἔλαβεν Δαυιδ τοὺς χλιδῶνας τοὺς χρυσοῦς, οἳ ἦσαν ἐπὶ τῶν παίδων τῶν Αδρααζαρ βασιλέως Σουβα, καὶ ἤνεγκεν αὐτὰ εἰς Ιερουσαλημ· καὶ ἔλαβεν αὐτὰ Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς Ιερουσαλημ ἐν ἡμέραις Ροβοαμ υἱοῦ Σολομῶντος. 7И҆ взѧ̀ даві́дъ гри̑вны златы̑ѧ, ꙗ҆̀же бы́ша на ѻ҆́троцѣхъ а҆драаза́ра царѧ̀ сꙋ́вска, и҆ принесѐ ѧ҆̀ во і҆ерⷭ҇ли́мъ: и҆ взѧ̀ и҆̀хъ сꙋсакі́мъ ца́рь є҆гѵ́петскъ, є҆гда̀ взы́де во і҆ерⷭ҇ли́мъ во дни̑ ровоа́ма сы́на соломѡ́нѧ.
8καὶ ἐκ τῆς Μασβακ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ Αδρααζαρ ἔλαβεν βασιλεὺς Δαυιδ χαλκὸν πολὺν σφόδρα· ἐν αὐτῷ ἐποίησεν Σαλωμων τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τοὺς λουτῆρας καὶ πάντα τὰ σκεύη.– 8И҆ ѿ метева́ка и҆ ѿ и҆збра́нныхъ градѡ́въ а҆драаза́ровыхъ взѧ̀ даві́дъ мѣ́дь мно́гꙋ ѕѣлѡ̀, и҆з̾ неѧ́же сотворѝ соломѡ́нъ мо́ре мѣ́дѧно и҆ столпы̀, и҆ ᲂу҆мыва̑льницы и҆ всѧ̑ сосꙋ́ды.
9καὶ ἤκουσεν Θοου βασιλεὺς Ημαθ ὅτι ἐπάταξεν Δαυιδ πᾶσαν τὴν δύναμιν Αδρααζαρ, 9И҆ ᲂу҆слы́ша ѳо́а ца́рь и҆ма́ѳскїй, ꙗ҆́кѡ поразѝ даві́дъ всю̀ си́лꙋ а҆драаза́ровꙋ,
10καὶ ἀπέστειλεν Θοου Ιεδδουραν τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυιδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησεν τὸν Αδρααζαρ καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀντικείμενος ἦν τῷ Αδρααζαρ, καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ σκεύη χαλκᾶ. 10и҆ посла̀ ѳо́а і҆еддꙋра́ма сы́на своего̀ къ царю̀ даві́дꙋ вопроси́ти є҆го̀ ꙗ҆̀же ѡ҆ ми́рѣ, и҆ благослови́ти є҆го̀, поне́же побѣдѝ а҆драаза́ра и҆ ᲂу҆бѝ є҆го̀, занѐ сопротивлѧ́ѧсѧ бѣ̀ а҆драаза́рꙋ: и҆ въ рꙋкꙋ̀ є҆гѡ̀ бы́ша сосꙋ́ды срє́брѧны и҆ сосꙋ́ды зла̑ты и҆ сосꙋ́ды мѣ̑дѧны:
11καὶ ταῦτα ἡγίασεν βασιλεὺς Δαυιδ τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου, οὗ ἡγίασεν ἐκ πασῶν τῶν πόλεων, ὧν κατεδυνάστευσεν, 11и҆ сїѧ̑ ѡ҆свѧтѝ ца́рь даві́дъ гдⷭ҇ꙋ со сребро́мъ и҆ зла́томъ, є҆́же ѡ҆свѧтѝ ѿ всѣ́хъ градѡ́въ, и҆́миже воз̾ѡблада̀,
12ἐκ τῆς Ιδουμαίας καὶ ἐκ τῆς γῆς Μωαβ καὶ ἐκ τῶν υἱῶν Αμμων καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Αμαληκ καὶ ἐκ τῶν σκύλων Αδρααζαρ υἱοῦ Ρααβ βασιλέως Σουβα.– 12ѿ і҆дꙋме́и и҆ ѿ мѡа́ва, и҆ ѿ сынѡ́въ а҆ммѡ́нихъ и҆ ѿ и҆ноплемє́нникъ, и҆ ѿ а҆мали́ка и҆ ѿ коры́стей а҆драаза́ра сы́на раа́ва, царѧ̀ сꙋ́вска.
13καὶ ἐποίησεν Δαυιδ ὄνομα· καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξεν τὴν Ιδουμαίαν ἐν Γαιμελε εἰς ὀκτωκαίδεκα χιλιάδας. 13И҆ сотворѝ даві́дъ( себѣ̀) и҆́мѧ: и҆ є҆гда̀ возвраща́шесѧ, поразѝ і҆дꙋме́ю въ гевеле́мѣ, до ѻ҆смина́десѧть ты́сѧщъ:
14καὶ ἔθετο ἐν τῇ Ιδουμαίᾳ φρουράν, ἐν πάσῃ τῇ Ιδουμαίᾳ, καὶ ἐγένοντο πάντες οἱ Ιδουμαῖοι δοῦλοι τῷ βασιλεῖ. καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν, οἷς ἐπορεύετο. 14и҆ поста́ви во і҆дꙋме́и даві́дъ стра́жꙋ, во все́й і҆дꙋме́и, и҆ бы́ша всѝ і҆дꙋме́ане рабѝ царю̀ даві́дꙋ: и҆ сп҃сѐ гдⷭ҇ь даві́да во всѣ́хъ, а҆́може хожда́ше.
15Καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ Ισραηλ, καὶ ἦν Δαυιδ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ. 15И҆ ца́рствова даві́дъ над̾ всѣ́мъ і҆и҃лемъ, и҆ бѣ̀ даві́дъ творѧ́й сꙋ́дъ и҆ пра́вдꙋ над̾ всѣ́ми людьмѝ свои́ми.
16καὶ Ιωαβ υἱὸς Σαρουιας ἐπὶ τῆς στρατιᾶς, καὶ Ιωσαφατ υἱὸς Αχια ἐπὶ τῶν ὑπομνημάτων, 16И҆ і҆ѡа́въ сы́нъ сарꙋ́инъ над̾ во́инствы( є҆гѡ̀) , и҆ і҆ѡсафа́тъ сы́нъ а҆хїлꙋ́довъ над̾ памѧтописа́ньми,
17καὶ Σαδδουκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερεῖς, καὶ Ασα γραμματεύς, 17и҆ садѡ́къ сы́нъ а҆хі́товъ и҆ а҆хїме́лехъ сы́нъ а҆вїаѳа́рь жерцы̀, и҆ саса̀ кни́жникъ,
18καὶ Βαναιας υἱὸς Ιωδαε σύμβουλος, καὶ χελεθθι καὶ φελεττι· καὶ υἱοὶ Δαυιδ αὐλάρχαι ἦσαν. 18и҆ ване́а сы́нъ і҆ѡда́евъ совѣ́тникъ, и҆ хелеѳі́й и҆ фелеті́й, и҆ сы́нове даві́дѡвы нача̑льницы двора̀ бы́ша.
Перейти к зачалу
Statistic
Всего токенов:

Frequencies wordforms

Statistic wordforms