Леѵі́тъ 5
Select texts:
|
LXX, Rahlfs
|
Бі́блїа. Синодальная типография, 1901
|
| 1Ἐὰν δὲ ψυχὴ ἁμάρτῃ καὶ ἀκούσῃ φωνὴν ὁρκισμοῦ καὶ οὗτος μάρτυς[ ἢ ἑώρακεν ἢ σύνοιδεν] , ἐὰν μὴ ἀπαγγείλῃ, λήμψεται τὴν ἁμαρτίαν· | 1А҆́ще же дꙋша̀ согрѣши́тъ, и҆ ᲂу҆слы́шитъ гла́съ клѧ́твы, и҆ се́й свидѣ́тель и҆лѝ ви́дѣ и҆лѝ свѣ́да, а҆́ще не возвѣсти́тъ, прїи́метъ грѣ́хъ. |
| 2ἢ ψυχή, ἥτις ἐὰν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ θνησιμαίου ἢ θηριαλώτου ἀκαθάρτου ἢ τῶν θνησιμαίων ἢ τῶν βδελυγμάτων τῶν ἀκαθάρτων ἢ τῶν θνησιμαίων κτηνῶν τῶν ἀκαθάρτων, | 2Дꙋша̀ ѻ҆́на, ꙗ҆́же а҆́ще прико́снетсѧ ко всѧ́кой ве́щи нечи́стѣй, и҆лѝ мертвечи́нѣ, и҆лѝ ѕвѣроѧ́динѣ нечи́стѣй, и҆лѝ мертвечи́намъ гнꙋ́сностей нечи́стыхъ, и҆лѝ мертвечи́намъ скотѡ́въ нечи́стыхъ, и҆ мертвечи́нѣ га̑дъ нечи́стыхъ, и҆ забы́въ и҆̀хъ ѡ҆скверни́тсѧ: |
| 3ἢ ἅψηται ἀπὸ ἀκαθαρσίας ἀνθρώπου, ἀπὸ πάσης ἀκαθαρσίας αὐτοῦ, ἧς ἂν ἁψάμενος μιανθῇ, καὶ ἔλαθεν αὐτόν, μετὰ τοῦτο δὲ γνῷ καὶ πλημμελήσῃ, | 3и҆лѝ прико́снетсѧ нечистотѣ̀ человѣ́чи, ѿ всѧ́кїѧ нечистоты̀ є҆гѡ̀, є҆́йже прикоснꙋ́всѧ ѡ҆скверни́тсѧ, и҆ забꙋ́детъ, посе́мъ же ᲂу҆вѣ́сть, пови́ненъ бꙋ́детъ грѣхꙋ̀. |
| 4ἢ ψυχή, ἡ ἂν ὀμόσῃ διαστέλλουσα τοῖς χείλεσιν κακοποιῆσαι ἢ καλῶς ποιῆσαι κατὰ πάντα, ὅσα ἐὰν διαστείλῃ ὁ ἄνθρωπος μεθ᾿ ὅρκου, καὶ λάθῃ αὐτὸν πρὸ ὀφθαλμῶν, καὶ οὗτος γνῷ καὶ ἁμάρτῃ ἕν τι τούτων, | 4Дꙋша̀ беззако́ннаѧ, а҆́ще ѡ҆бѣща́етъ ᲂу҆стна́ма свои́ма ѕлѣ̀ и҆лѝ до́брѣ сотвори́ти, по всѣ̑мъ, є҆ли̑ка и҆зрече́тъ человѣ́къ съ клѧ́твою, и҆ ᲂу҆таи́тсѧ є҆гѡ̀ пред̾ ѻ҆чесы̀, и҆ се́й ᲂу҆вѣ́сть, и҆ согрѣши́тъ є҆ди́но что̀ ѿ си́хъ, |
| 5καὶ ἐξαγορεύσει τὴν ἁμαρτίαν περὶ ὧν ἡμάρτηκεν κατ᾿ αὐτῆς, | 5и҆ и҆сповѣ́сть грѣ́хъ, и҆́мже согрѣшѝ проти́вꙋ себє̀: |
| 6καὶ οἴσει περὶ ὧν ἐπλημμέλησεν κυρίῳ, περὶ τῆς ἁμαρτίας, ἧς ἥμαρτεν, θῆλυ ἀπὸ τῶν προβάτων, ἀμνάδα ἢ χίμαιραν ἐξ αἰγῶν, περὶ ἁμαρτίας· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία. | 6и҆ да принесе́тъ гдⷭ҇ꙋ ѡ҆ грѣсѣ̀, и҆́мже согрѣшѝ, же́нскъ по́лъ, ѿ ѻ҆ве́цъ а҆́гницꙋ, и҆лѝ ко́зꙋ ѿ ко́зъ грѣха̀ ра́ди: и҆ да помо́литсѧ ѡ҆ не́мъ жре́цъ грѣха̀ ра́ди є҆гѡ̀, и҆́мже согрѣшѝ, и҆ ѡ҆ста́витсѧ є҆мꙋ̀ грѣ́хъ. |
| 7Ἐὰν δὲ μὴ ἰσχύσῃ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν εἰς τὸ πρόβατον, οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν, δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν κυρίῳ, ἕνα περὶ ἁμαρτίας καὶ ἕνα εἰς ὁλοκαύτωμα. | 7А҆́ще же не мо́жетъ рꙋка̀ є҆гѡ̀ дово́льства и҆мѣ́ти на ѻ҆́вцꙋ, да принесе́тъ грѣха̀ ра́ди своегѡ̀, и҆́мже согрѣшѝ, двѣ̀ гѡ́рлицы, и҆лѝ два̀ птєнца̀ голꙋби̑на гдⷭ҇ꙋ, є҆ди́нъ грѣха̀ ра́ди и҆ є҆ди́нъ во всесожже́нїе: |
| 8καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα, καὶ προσάξει ὁ ἱερεὺς τὸ περὶ τῆς ἁμαρτίας πρότερον· καὶ ἀποκνίσει ὁ ἱερεὺς τὴν κεφαλὴν αὐτοῦ ἀπὸ τοῦ σφονδύλου καὶ οὐ διελεῖ· | 8и҆ принесе́тъ ѧ҆̀ къ жерцꙋ̀, и҆ приведе́тъ жре́цъ є҆́же за грѣ́хъ пре́жде, и҆ да ѿто́ргнетъ жре́цъ главꙋ̀ є҆гѡ̀ созадѝ, но да не ѿлꙋчи́тъ: |
| 9καὶ ῥανεῖ ἀπὸ τοῦ αἵματος τοῦ περὶ τῆς ἁμαρτίας ἐπὶ τὸν τοῖχον τοῦ θυσιαστηρίου, τὸ δὲ κατάλοιπον τοῦ αἵματος καταστραγγιεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου· ἁμαρτίας γάρ ἐστιν. | 9и҆ да покропи́тъ ѿ кро́ве, ꙗ҆́же за грѣ́хъ, на стѣ́нꙋ ѻ҆лтарѧ̀, ѡ҆ста́нокъ же кро́ве да и҆сцѣди́тъ на стоѧ́ло ѻ҆лтарѧ̀: ѡ҆ грѣсѣ́ бо є҆́сть: |
| 10καὶ τὸ δεύτερον ποιήσει ὁλοκαύτωμα, ὡς καθήκει. καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν, καὶ ἀφεθήσεται αὐτῷ.– | 10и҆ вторы́мъ да сотвори́тъ всесожже́нїе, ꙗ҆́коже подоба́етъ, и҆ да помо́литсѧ ѡ҆ не́мъ жре́цъ грѣха̀ ра́ди є҆гѡ̀, и҆́мже согрѣшѝ, и҆ ѡ҆ста́витсѧ є҆мꙋ̀. |
| 11ἐὰν δὲ μὴ εὑρίσκῃ αὐτοῦ ἡ χεὶρ ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν, καὶ οἴσει τὸ δῶρον αὐτοῦ περὶ οὗ ἥμαρτεν, τὸ δέκατον τοῦ οιφι σεμίδαλιν περὶ ἁμαρτίας· οὐκ ἐπιχεεῖ ἐπ᾿ αὐτὸ ἔλαιον οὐδὲ ἐπιθήσει ἐπ᾿ αὐτὸ λίβανον, ὅτι περὶ ἁμαρτίας ἐστίν· | 11А҆́ще же не ѡ҆брѧ́щетъ рꙋка̀ є҆гѡ̀ сꙋпрꙋ́га го́рлицъ, и҆лѝ двꙋ́хъ птенцє́въ голꙋби́ныхъ, и҆ принесе́тъ да́ръ сво́й за грѣ́хъ, десѧ́тꙋю ча́сть мѣ̑ры є҆́фї мꙋкѝ пшени́чны за грѣ́хъ: да не возлїе́тъ на ню̀ є҆ле́а, нижѐ да возложи́тъ на ню̀ лїва́на, поне́же ѡ҆ грѣсѣ̀ є҆́сть: |
| 12καὶ οἴσει αὐτὸ πρὸς τὸν ἱερέα. καὶ δραξάμενος ὁ ἱερεὺς ἀπ᾿ αὐτῆς πλήρη τὴν δράκα, τὸ μνημόσυνον αὐτῆς ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων κυρίῳ· ἁμαρτία ἐστίν. | 12и҆ да принесе́тъ ю҆̀ къ жерцꙋ̀, и҆ взе́мъ жре́цъ ѿ неѧ̀ по́лнꙋ го́рсть въ па́мѧть є҆гѡ̀, возложи́тъ на же́ртвенникъ всесожже́нїѧ гдⷭ҇нѧ: ѡ҆ грѣсѣ́( бо) є҆́сть: |
| 13καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν, ἐφ᾿ ἑνὸς τούτων, καὶ ἀφεθήσεται αὐτῷ. τὸ δὲ καταλειφθὲν ἔσται τῷ ἱερεῖ ὡς ἡ θυσία τῆς σεμιδάλεως. | 13и҆ да помо́литсѧ ѡ҆ не́мъ жре́цъ грѣха̀ ра́ди є҆гѡ̀, и҆́мже согрѣшѝ ѿ є҆ди́нагѡ си́хъ, и҆ ѡ҆ста́витсѧ є҆мꙋ̀: ѡ҆ста́нокъ же бꙋ́детъ жерцꙋ̀, ꙗ҆́коже же́ртва мꙋкѝ пшени́чны. |
| 14Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων | 14И҆ речѐ гдⷭ҇ь къ мѡѷсе́ю, гл҃ѧ: |
| 15Ψυχὴ ἐὰν λάθῃ αὐτὸν λήθη καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων κυρίου, καὶ οἴσει τῆς πλημμελείας αὐτοῦ τῷ κυρίῳ κριὸν ἄμωμον ἐκ τῶν προβάτων τιμῆς ἀργυρίου σίκλων, τῷ σίκλῳ τῶν ἁγίων, περὶ οὗ ἐπλημμέλησεν. | 15дꙋша̀ ꙗ҆́же а҆́ще забꙋ́детъ забве́нїемъ, и҆ согрѣши́тъ не хотѧ́щи ѿ ст҃ы́нь гдⷭ҇нихъ, и҆ да принесе́тъ ѡ҆ престꙋпле́нїи свое́мъ гдⷭ҇ꙋ ѻ҆вна̀ непоро́чна ѿ ѻ҆ве́цъ, є҆мꙋ́же цѣна̀ сребра̀ сі́клєвъ, по сі́клю свѧты́хъ, ѡ҆ не́мже согрѣшѝ: |
| 16καὶ ὃ ἥμαρτεν ἀπὸ τῶν ἁγίων, ἀποτείσαι αὐτὸ καὶ τὸ ἐπίπεμπτον προσθήσει ἐπ᾿ αὐτὸ καὶ δώσει αὐτὸ τῷ ἱερεῖ· καὶ ὁ ἱερεὺς ἐξιλάσεται περὶ αὐτοῦ ἐν τῷ κριῷ τῆς πλημμελείας, καὶ ἀφεθήσεται αὐτῷ. | 16и҆ є҆́же согрѣшѝ ѿ ст҃ы́хъ, да ѿда́стъ є҆̀, и҆ пѧ́тꙋю ча́сть приложи́тъ на́нь, и҆ да́стъ є҆̀ жерцꙋ̀: и҆ жре́цъ да помо́литсѧ ѡ҆ не́мъ ѻ҆вно́мъ престꙋпле́нїѧ є҆гѡ̀, и҆ ѡ҆ста́витсѧ є҆мꙋ̀. |
| 17Καὶ ἡ ψυχή, ἣ ἂν ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω καὶ πλημμελήσῃ καὶ λάβῃ τὴν ἁμαρτίαν, | 17И҆ дꙋша̀ ꙗ҆́же а҆́ще согрѣши́тъ, и҆ сотвори́тъ є҆ди́нꙋ ѿ всѣ́хъ за́повѣдїй гдⷭ҇нихъ, и҆́хже не лѣ́ть є҆́сть твори́ти, и҆ не ᲂу҆вѣ́дѣ, и҆ согрѣши́тъ, и҆ прїи́метъ грѣ́хъ сво́й, |
| 18καὶ οἴσει κριὸν ἄμωμον ἐκ τῶν προβάτων τιμῆς ἀργυρίου εἰς πλημμέλειαν πρὸς τὸν ἱερέα· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἀγνοίας αὐτοῦ, ἧς ἠγνόησεν καὶ αὐτὸς οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ· | 18и҆ да принесе́тъ ѻ҆вна̀ непоро́чна ѿ ѻ҆ве́цъ, цѣно́ю сребра̀ грѣха̀ ра́ди, къ жерцꙋ̀: и҆ да помо́литсѧ ѡ҆ не́мъ жре́цъ, ѡ҆ невѣ́дѣнїи є҆гѡ̀, є҆гѡ́же не вѣ́дѣ, и҆ са́мъ не вѣ́дѧше, и҆ ѡ҆ста́витсѧ є҆мꙋ̀: |
| 19ἐπλημμέλησεν γὰρ πλημμέλησιν ἔναντι κυρίου. | 19согрѣши́ бо согрѣше́нїемъ пред̾ гдⷭ҇емъ. |
| 20Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων | |
| 21Ψυχὴ ἐὰν ἁμάρτῃ καὶ παριδὼν παρίδῃ τὰς ἐντολὰς κυρίου καὶ ψεύσηται τὰ πρὸς τὸν πλησίον ἐν παραθήκῃ ἢ περὶ κοινωνίας ἢ περὶ ἁρπαγῆς ἢ ἠδίκησέν τι τὸν πλησίον | |
| 22ἢ εὗρεν ἀπώλειαν καὶ ψεύσηται περὶ αὐτῆς καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων, ὧν ἐὰν ποιήσῃ ὁ ἄνθρωπος ὥστε ἁμαρτεῖν ἐν τούτοις, | |
| 23καὶ ἔσται ἡνίκα ἐὰν ἁμάρτῃ καὶ πλημμελήσῃ, καὶ ἀποδῷ τὸ ἅρπαγμα, ὃ ἥρπασεν, ἢ τὸ ἀδίκημα, ὃ ἠδίκησεν, ἢ τὴν παραθήκην, ἥτις παρετέθη αὐτῷ, ἢ τὴν ἀπώλειαν, ἣν εὗρεν, | |
| 24ἀπὸ παντὸς πράγματος, οὗ ὤμοσεν περὶ αὐτοῦ ἀδίκως, καὶ ἀποτείσει αὐτὸ τὸ κεφάλαιον καὶ τὸ πέμπτον προσθήσει ἐπ᾿ αὐτό· τίνος ἐστίν, αὐτῷ ἀποδώσει ᾗ ἡμέρᾳ ἐλεγχθῇ. | |
| 25καὶ τῆς πλημμελείας αὐτοῦ οἴσει τῷ κυρίῳ κριὸν ἀπὸ τῶν προβάτων ἄμωμον τιμῆς εἰς ὃ ἐπλημμέλησεν αὐτῷ. | |
| 26καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι κυρίου, καὶ ἀφεθήσεται αὐτῷ περὶ ἑνὸς ἀπὸ πάντων, ὧν ἐποίησεν καὶ ἐπλημμέλησεν αὐτῷ. |