Чи́сла 36
Select texts:
|
LXX, Rahlfs
|
Бі́блїа. Синодальная типография, 1901
|
| 1Καὶ προσῆλθον οἱ ἄρχοντες φυλῆς υἱῶν Γαλααδ υἱοῦ Μαχιρ υἱοῦ Μανασση ἐκ τῆς φυλῆς υἱῶν Ιωσηφ καὶ ἐλάλησαν ἔναντι Μωυσῆ καὶ ἔναντι Ελεαζαρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόντων οἴκων πατριῶν υἱῶν Ισραηλ | 1И҆ прїидо́ша кнѧ̑зи пле́мене сынѡ́въ галаа́довыхъ, сы́на махі́рова сы́на манассі́ина ѿ пле́мене сынѡ́въ і҆ѡ́сифовыхъ, и҆ глаго́лаша пред̾ мѡѷсе́омъ и҆ пред̾ є҆леаза́ромъ жерце́мъ и҆ пред̾ кнѧ̑зи домѡ́въ ѻ҆те́чествъ сынѡ́въ і҆и҃левыхъ, |
| 2καὶ εἶπαν Τῷ κυρίῳ ἡμῶν ἐνετείλατο κύριος ἀποδοῦναι τὴν γῆν τῆς κληρονομίας ἐν κλήρῳ τοῖς υἱοῖς Ισραηλ, καὶ τῷ κυρίῳ συνέταξεν κύριος δοῦναι τὴν κληρονομίαν Σαλπααδ τοῦ ἀδελφοῦ ἡμῶν ταῖς θυγατράσιν αὐτοῦ. | 2и҆ реко́ша: господи́нꙋ на́шемꙋ повелѣ̀ гдⷭ҇ь ѿда́ти зе́млю наслѣ́дїѧ по жре́бїю сынѡ́мъ і҆и҃лєвымъ: и҆ господи́нꙋ на́шемꙋ заповѣ́да гдⷭ҇ь да́ти наслѣ́дїе салпаа́да бра́та на́шегѡ дще́ремъ є҆гѡ̀: |
| 3καὶ ἔσονται ἑνὶ τῶν φυλῶν υἱῶν Ισραηλ γυναῖκες, καὶ ἀφαιρεθήσεται ὁ κλῆρος αὐτῶν ἐκ τῆς κατασχέσεως τῶν πατέρων ἡμῶν καὶ προστεθήσεται εἰς κληρονομίαν τῆς φυλῆς, οἷς ἂν γένωνται γυναῖκες, καὶ ἐκ τοῦ κλήρου τῆς κληρονομίας ἡμῶν ἀφαιρεθήσεται. | 3и҆ бꙋ́дꙋтъ є҆ди́номꙋ ѿ племе́нъ сынѡ́въ і҆и҃левыхъ въ жєны̀, и҆ ѿлꙋчи́тсѧ жре́бїй и҆́хъ ѿ ѡ҆держа́нїѧ ѻ҆тє́цъ на́шихъ, и҆ приложи́тсѧ къ наслѣ́дїю пле́мене, и҆̀мже бꙋ́дꙋтъ въ жєны̀, и҆ ѿ жре́бїѧ наслѣ́дїѧ на́шегѡ ѿлꙋчи́тсѧ: |
| 4ἐὰν δὲ γένηται ἡ ἄφεσις τῶν υἱῶν Ισραηλ, καὶ προστεθήσεται ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν κληρονομίαν τῆς φυλῆς, οἷς ἂν γένωνται γυναῖκες, καὶ ἀπὸ τῆς κληρονομίας φυλῆς πατριᾶς ἡμῶν ἀφαιρεθήσεται ἡ κληρονομία αὐτῶν. | 4а҆́ще же бꙋ́детъ ѡ҆ставле́нїе сынѡ́въ і҆и҃левыхъ, и҆ приложи́тсѧ наслѣ́дїе и҆́хъ къ наслѣ́дїю пле́мене, и҆̀мже а҆́ще бꙋ́дꙋтъ въ жєны̀, и҆ ѿ наслѣ́дїѧ пле́мене ѻ҆те́чества на́шегѡ ѿи́метсѧ наслѣ́дїе и҆́хъ. |
| 5καὶ ἐνετείλατο Μωϋσῆς τοῖς υἱοῖς Ισραηλ διὰ προστάγματος κυρίου λέγων Οὕτως φυλὴ υἱῶν Ιωσηφ λέγουσιν. | 5И҆ заповѣ́да мѡѷсе́й сынѡ́мъ і҆и҃лєвымъ по повелѣ́нїю гдⷭ҇ню, глаго́лѧ: си́це пле́мѧ сынѡ́въ і҆ѡ́сифовыхъ глаго́лютъ: |
| 6τοῦτο τὸ ῥῆμα, ὃ συνέταξεν κύριος ταῖς θυγατράσιν Σαλπααδ λέγων Οὗ ἀρέσκει ἐναντίον αὐτῶν, ἔστωσαν γυναῖκες, πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔστωσαν γυναῖκες, | 6сїѐ сло́во, є҆́же заповѣ́да гдⷭ҇ь дще́ремъ салпаа́дѡвымъ, гл҃ѧ: и҆дѣ́же ᲂу҆го́дно и҆̀мъ, да бꙋ́дꙋтъ въ жєны̀, то́кмѡ ѿ со́нма ѻ҆те́чества своегѡ̀ да бꙋ́дꙋтъ въ жєны̀, |
| 7καὶ οὐχὶ περιστραφήσεται κληρονομία τοῖς υἱοῖς Ισραηλ ἀπὸ φυλῆς ἐπὶ φυλήν, ὅτι ἕκαστος ἐν τῇ κληρονομίᾳ τῆς φυλῆς τῆς πατριᾶς αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ Ισραηλ. | 7и҆ не преврати́тсѧ наслѣ́дїе сынѡ́въ і҆и҃левыхъ ѿ пле́мене въ пле́мѧ и҆́но: ꙗ҆́кѡ кі́йждо въ наслѣ́дїи пле́мене ѻ҆те́чества своегѡ̀ жени́тисѧ и҆́мꙋтъ сы́нове і҆и҃лєвы: |
| 8καὶ πᾶσα θυγάτηρ ἀγχιστεύουσα κληρονομίαν ἐκ τῶν φυλῶν υἱῶν Ισραηλ ἑνὶ τῶν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῆς ἔσονται γυναῖκες, ἵνα ἀγχιστεύσωσιν οἱ υἱοὶ Ισραηλ ἕκαστος τὴν κληρονομίαν τὴν πατρικὴν αὐτοῦ· | 8и҆ всѧ́ка дщѝ, ᲂу҆́жичествꙋющаѧ наслѣ́дїе ѿ племе́нъ сынѡ́въ і҆и҃левыхъ, є҆ди́номꙋ сꙋ́щихъ ѿ со́нма ѻ҆тца̀ є҆ѧ̀ да бꙋ́детъ жена̀: да ᲂу҆́жичествꙋютъ сы́нове і҆и҃лєвы кі́йждо наслѣ́дїе ѻ҆тца̀ своегѡ̀: |
| 9καὶ οὐ περιστραφήσεται κλῆρος ἐκ φυλῆς ἐπὶ φυλὴν ἑτέραν, ἀλλὰ ἕκαστος ἐν τῇ κληρονομίᾳ αὐτοῦ προσκολληθήσονται οἱ υἱοὶ Ισραηλ. | 9и҆ не преврати́тсѧ жре́бїй ѿ пле́мене въ пле́мѧ и҆́но, но кі́йждо въ наслѣ́дїи свое́мъ да же́нѧтсѧ сы́нове і҆и҃лєвы. |
| 10ὃν τρόπον συνέταξεν κύριος Μωυσῇ, οὕτως ἐποίησαν θυγατέρες Σαλπααδ, | 10Ꙗ҆́коже повелѣ̀ гдⷭ҇ь мѡѷсе́ю, та́кѡ сотвори́ша дщє́ри салпаа́дѡвы. |
| 11καὶ ἐγένοντο Θερσα καὶ Εγλα καὶ Μελχα καὶ Νουα καὶ Μααλα θυγατέρες Σαλπααδ τοῖς ἀνεψιοῖς αὐτῶν· | 11И҆ бы́ша маала̀ и҆ ѳерса̀, и҆ є҆гла̀ и҆ мелха̀ и҆ нꙋа̀, дщє́ри салпаа́дѡвы, сынѡ́мъ бра́тїи своеѧ̀, ѿ со́нма манассі́ина сынѡ́въ і҆ѡ́сифовыхъ, бы́ша въ жєны̀: |
| 12ἐκ τοῦ δήμου τοῦ Μανασση υἱῶν Ιωσηφ ἐγενήθησαν γυναῖκες, καὶ ἐγένετο ἡ κληρονομία αὐτῶν ἐπὶ τὴν φυλὴν δήμου τοῦ πατρὸς αὐτῶν. | 12и҆ бы́сть наслѣ́дїе и҆́хъ въ пле́мени со́нма ѻ҆тца̀ и҆́хъ. |
| 13Αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ἃ ἐνετείλατο κύριος ἐν χειρὶ Μωυσῆ ἐπὶ δυσμῶν Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω. | 13Сїѧ̑ за́пѡвѣди и҆ ѡ҆правда̑нїѧ и҆ сꙋды̀, ꙗ҆̀же заповѣ́да гдⷭ҇ь рꙋко́ю мѡѷсе́овою на за́падѣ мѡа́вли при і҆ѻрда́нѣ прѧ́мѡ і҆ерїхѡ́нꙋ. |