Чи́сла 17

Select texts:

LXX, Rahlfs
Бі́блїа. Синодальная типография, 1901
1Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν 1И҆ речѐ гдⷭ҇ь къ мѡѷсе́ю, гл҃ѧ:
2καὶ πρὸς Ελεαζαρ τὸν υἱὸν Ααρων τὸν ἱερέα Ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κατακεκαυμένων καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ, ὅτι ἡγίασαν 2глаго́ли сынѡ́мъ і҆и҃лєвымъ, и҆ возмѝ ѿ ни́хъ по є҆ди́номꙋ жезлꙋ̀, же́злъ ѿ всѣ́хъ кнѧзе́й и҆́хъ, по домѡ́мъ ѻ҆те́чества и҆́хъ, двана́десѧть жезлѡ́въ, и҆́мѧ же коегѡ́ждо напишѝ на жезлѣ̀ є҆гѡ̀,
3τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν· καὶ ποίησον αὐτὰ λεπίδας ἐλατάς, περίθεμα τῷ θυσιαστηρίῳ, ὅτι προσηνέχθησαν ἔναντι κυρίου καὶ ἡγιάσθησαν καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς Ισραηλ. 3и҆ и҆́мѧ а҆арѡ́не напишѝ на жезлѣ̀ леѵі́инѣ: є҆́сть бо же́злъ є҆ди́нъ: по пле́мени до́мꙋ ѻ҆те́чествъ свои́хъ да дадѧ́тъ:
4καὶ ἔλαβεν Ελεαζαρ υἱὸς Ααρων τοῦ ἱερέως τὰ πυρεῖα τὰ χαλκᾶ, ὅσα προσήνεγκαν οἱ κατακεκαυμένοι, καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ, 4и҆ да положи́ши и҆̀хъ въ ски́нїи свидѣ́нїѧ, прѧ́мѡ свидѣ́нїю, въ ни́хже ꙗ҆влю́сѧ тебѣ̀ тꙋ̀:
5μνημόσυνον τοῖς υἱοῖς Ισραηλ, ὅπως ἂν μὴ προσέλθῃ μηθεὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ααρων, ἐπιθεῖναι θυμίαμα ἔναντι κυρίου καὶ οὐκ ἔσται ὥσπερ Κορε καὶ ἐπισύστασις αὐτοῦ, καθὰ ἐλάλησεν κύριος ἐν χειρὶ Μωυσῆ. 5и҆ бꙋ́детъ человѣ́къ, є҆го́же а҆́ще и҆зберꙋ̀, же́злъ є҆гѡ̀ прозѧ́бнетъ: и҆ ѿимꙋ̀ ѿ менє̀ ропта́нїе сынѡ́въ і҆и҃левыхъ, є҆ли̑ка сі́и ро́пщꙋтъ на вы̀.
6Καὶ ἐγόγγυσαν οἱ υἱοὶ Ισραηλ τῇ ἐπαύριον ἐπὶ Μωυσῆν καὶ Ααρων λέγοντες Ὑμεῖς ἀπεκτάγκατε τὸν λαὸν κυρίου. 6И҆ глаго́ла мѡѷсе́й сынѡ́мъ і҆и҃лєвымъ: и҆ да́ша є҆мꙋ̀ всѝ кнѧ̑зи и҆́хъ по жезлꙋ̀, кнѧ́зѧ є҆ди́нагѡ же́злъ, по кнѧже́нїю, по домѡ́мъ ѻ҆те́чествъ и҆́хъ, двана́десѧть жезлѡ́въ: и҆ же́злъ а҆арѡ́нь посредѣ̀ жезлѡ́въ и҆́хъ.
7καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυσῆν καὶ Ααρων καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τήνδε ἐκάλυψεν αὐτὴν νεφέλη, καὶ ὤφθη δόξα κυρίου. 7И҆ положѝ мѡѷсе́й жезлы̀ пред̾ гдⷭ҇емъ въ ски́нїи свидѣ́нїѧ.
8καὶ εἰσῆλθεν Μωϋσῆς καὶ Ααρων κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου, 8И҆ бы́сть на ᲂу҆́трїе, и҆ вни́де мѡѷсе́й и҆ а҆арѡ́нъ въ ски́нїю свидѣ́нїѧ: и҆ сѐ, прозѧбѐ же́злъ а҆арѡ́нь въ домꙋ̀ леѵі́инѣ, и҆ и҆зрастѝ вѣ́твь, и҆ процвѣто́ша цвѣ́ти, и҆ и҆зрастѝ ѻ҆рѣ́хи:
9καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων 9и҆ и҆знесѐ мѡѷсе́й всѧ̑ жезлы̀ ѿ лица̀ гдⷭ҇нѧ ко всѣ̑мъ сынѡ́мъ і҆и҃лєвымъ: и҆ ви́дѣша, и҆ взѧ̀ кі́йждо же́злъ сво́й.
10Ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ. καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν. 10И҆ речѐ гдⷭ҇ь къ мѡѷсе́ю: ѿложѝ же́злъ а҆арѡ́нь пред̾ свидѣ́нїемъ въ сохране́нїе, въ зна́менїе сынѡ́въ ѡ҆слꙋшли́выхъ: и҆ да преста́нетъ ропта́нїе и҆́хъ ѿ менє̀, и҆ не и҆́змрꙋтъ.
11καὶ εἶπεν Μωϋσῆς πρὸς Ααρων Λαβὲ τὸ πυρεῖον καὶ ἐπίθες ἐπ᾿ αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἐπίβαλε ἐπ᾿ αὐτὸ θυμίαμα καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολὴν καὶ ἐξίλασαι περὶ αὐτῶν· ἐξῆλθεν γὰρ ὀργὴ ἀπὸ προσώπου κυρίου, ἦρκται θραύειν τὸν λαόν. 11И҆ сотворѝ мѡѷсе́й и҆ а҆арѡ́нъ, ꙗ҆́коже повелѣ̀ гдⷭ҇ь мѡѷсе́ю, та́кѡ сотвори́ша.
12καὶ ἔλαβεν Ααρων, καθάπερ ἐλάλησεν αὐτῷ Μωϋσῆς, καὶ ἔδραμεν εἰς τὴν συναγωγήν· καὶ ἤδη ἐνῆρκτο θραῦσις ἐν τῷ λαῷ· καὶ ἐπέβαλεν τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ 12И҆ реко́ша сы́нове і҆и҃лєвы къ мѡѷсе́ю, глаго́люще: сѐ, потреби́хомсѧ, погибо́хомъ, и҆счезо́хомъ:
13καὶ ἔστη ἀνὰ μέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν θραῦσις. 13всѧ́къ прикаса́ѧйсѧ ко ски́нїи свидѣ́нїѧ гдⷭ҇нѧ ᲂу҆мира́етъ: да́же до конца́ ли ᲂу҆мира́юще поги́бнемъ;
14καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει τέσσαρες καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι χωρὶς τῶν τεθνηκότων ἕνεκεν Κορε.
15καὶ ἐπέστρεψεν Ααρων πρὸς Μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐκόπασεν θραῦσις.
16Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
17Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ λαβὲ παρ᾿ αὐτῶν ῥάβδον ῥάβδον κατ᾿ οἴκους πατριῶν παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους, καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ῥάβδου αὐτοῦ.
18καὶ τὸ ὄνομα Ααρων ἐπίγραψον ἐπὶ τῆς ῥάβδου Λευι· ἔστιν γὰρ ῥάβδος μία, κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώσουσιν.
19καὶ θήσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου κατέναντι τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ.
20καὶ ἔσται ἄνθρωπος, ὃν ἐὰν ἐκλέξωμαι αὐτόν, ῥάβδος αὐτοῦ ἐκβλαστήσει· καὶ περιελῶ ἀπ᾿ ἐμοῦ τὸν γογγυσμὸν τῶν υἱῶν Ισραηλ, αὐτοὶ γογγύζουσιν ἐφ᾿ ὑμῖν.
21καὶ ἐλάλησεν Μωϋσῆς τοῖς υἱοῖς Ισραηλ, καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον, τῷ ἄρχοντι τῷ ἑνὶ ῥάβδον κατὰ ἄρχοντα κατ᾿ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους, καὶ ῥάβδος Ααρων ἀνὰ μέσον τῶν ῥάβδων αὐτῶν.
22καὶ ἀπέθηκεν Μωϋσῆς τὰς ῥάβδους ἔναντι κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
23καὶ ἐγένετο τῇ ἐπαύριον καὶ εἰσῆλθεν Μωϋσῆς καὶ Ααρων εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἰδοὺ ἐβλάστησεν ῥάβδος Ααρων εἰς οἶκον Λευι καὶ ἐξήνεγκεν βλαστὸν καὶ ἐξήνθησεν ἄνθη καὶ ἐβλάστησεν κάρυα.
24καὶ ἐξήνεγκεν Μωϋσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου κυρίου πρὸς πάντας υἱοὺς Ισραηλ, καὶ εἶδον καὶ ἔλαβον ἕκαστος τὴν ῥάβδον αὐτοῦ.
25καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἀπόθες τὴν ῥάβδον Ααρων ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων, καὶ παυσάσθω γογγυσμὸς αὐτῶν ἀπ᾿ ἐμοῦ, καὶ οὐ μὴ ἀποθάνωσιν.
26καὶ ἐποίησεν Μωϋσῆς καὶ Ααρων καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν.
27Καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς Μωυσῆν λέγοντες Ἰδοὺ ἐξανηλώμεθα, ἀπολώλαμεν, παρανηλώμεθα·
28πᾶς ἁπτόμενος τῆς σκηνῆς κυρίου ἀποθνῄσκει· ἕως εἰς τέλος ἀποθάνωμεν;
Перейти к зачалу
Statistic
Всего токенов:

Frequencies wordforms

Statistic wordforms