г҃ ца́рствъ 5
Select texts:
|
LXX, Rahlfs
|
Бі́блїа. Синодальная типография, 1901
|
| 1Καὶ ἐχορήγουν οἱ καθεσταμένοι οὕτως τῷ βασιλεῖ Σαλωμων καὶ πάντα τὰ διαγγέλματα ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως, ἕκαστος μῆνα αὐτοῦ, οὐ παραλλάσσουσιν λόγον· καὶ τὰς κριθὰς καὶ τὸ ἄχυρον τοῖς ἵπποις καὶ τοῖς ἅρμασιν ᾖρον εἰς τὸν τόπον, οὗ ἂν ᾖ ὁ βασιλεύς, ἕκαστος κατὰ τὴν σύνταξιν αὐτοῦ. | 1И҆ посла̀ хїра́мъ ца́рь тѵ́рскїй ѻ҆́троки своѧ̑ къ соломѡ́нꙋ: ᲂу҆слы́ша бо, ꙗ҆́кѡ пома́заша є҆го̀ на ца́рство вмѣ́стѡ даві́да ѻ҆тца̀ є҆гѡ̀, ꙗ҆́кѡ любѧ́ше хїра́мъ даві́да во всѧ̑ дни̑. |
| 2καὶ ταῦτα τὰ δέοντα τῷ Σαλωμων ἐν ἡμέρᾳ μιᾷ· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου | 2И҆ посла̀ соломѡ́нъ къ хїра́мꙋ, глаго́лѧ: |
| 3καὶ δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν, σιτευτά. | 3ты̀ вѣ́си ѻ҆тца̀ моего̀ даві́да, ꙗ҆́кѡ не возмо́же созда́ти до́мꙋ и҆́мени гдⷭ҇а бг҃а моегѡ̀, ѿ лица̀ проти́вныхъ, ѡ҆крꙋжи́вшихъ є҆го̀, до́ндеже дадѐ ѧ҆̀ гдⷭ҇ь под̾ стѡпы̀ но́гъ є҆гѡ̀: |
| 4ὅτι ἦν ἄρχων πέραν τοῦ ποταμοῦ, καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν κυκλόθεν. | 4и҆ нн҃ѣ ᲂу҆поко́и гдⷭ҇ь бг҃ъ мо́й мнѣ̀ ѡ҆́крестъ, нѣ́сть навѣ́тника, нижѐ сопроти́вника лꙋка́вагѡ: |
| 5 | 5и҆ сѐ, а҆́зъ глаго́лю созда́ти до́мъ и҆́мени гдⷭ҇а бг҃а моегѡ̀, ꙗ҆́коже гл҃а гдⷭ҇ь бг҃ъ къ даві́дꙋ ѻ҆тцꙋ̀ моемꙋ̀, гл҃ѧ: сы́нъ тво́й, є҆го́же да́мъ вмѣ́стѡ тебє̀ на престо́лъ тво́й, то́й сози́ждетъ до́мъ и҆́мени моемꙋ̀: |
| 6 | 6и҆ нн҃ѣ заповѣ́ждь, да насѣкꙋ́тъ мѝ дре́въ ѿ лїва́на, и҆ сѐ, рабѝ моѝ съ рабы̑ твои́ми, и҆ мздꙋ̀ трꙋдѡ́въ твои́хъ да́мъ тѝ по всемꙋ̀ є҆ли̑ка рече́ши, поне́же ты̀ вѣ́си, ꙗ҆́кѡ нѣ́сть на́мъ вѣ́дꙋщагѡ древа̀ сѣщѝ, ꙗ҆́коже сїдѡ́нѧне. |
| 7 | 7И҆ бы́сть є҆гда̀ ᲂу҆слы́ша хїра́мъ словеса̀ соломѡ̑нѧ, возра́довасѧ ѕѣлѡ̀ и҆ речѐ: блгⷭ҇ве́нъ бг҃ъ дне́сь, и҆́же дадѐ даві́дꙋ сы́на разꙋ́мна над̾ людьмѝ си́ми мно́гими. |
| 8 | 8И҆ посла̀ хїра́мъ къ соломѡ́нꙋ, глаго́лѧ: слы́шахъ ѡ҆ всѣ́хъ, и҆́хже ра́ди посла́лъ є҆сѝ ко мнѣ̀: а҆́зъ сотворю̀ всѐ хотѣ́нїе твоѐ ѡ҆ древа́хъ ке́дровыхъ и҆ пе́ѵговыхъ: |
| 9Καὶ ἔδωκεν κύριος φρόνησιν τῷ Σαλωμων καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν, | 9слꙋги̑ моѝ и҆знесꙋ́тъ ѧ҆̀ ѿ лїва́на къ мо́рю, и҆ а҆́зъ положꙋ̀ ѧ҆̀ въ складє́нїѧ на мѣ́сто, и҆дѣ́же возвѣсти́ши мнѣ̀, и҆ довезꙋ̀ ѧ҆̀ та́мѡ: и҆ ты̀ во́змеши, и҆ сотвори́ши хотѣ́нїе моѐ, є҆́же да́ти хлѣ́бы до́мꙋ моемꙋ̀. |
| 10καὶ ἐπληθύνθη Σαλωμων σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου | 10И҆ бѣ̀ хїра́мъ даѧ̀ соломѡ́нꙋ ке́дры и҆ пе́ѵги и҆ всю̀ во́лю є҆гѡ̀. |
| 11καὶ ἐσοφίσατο ὑπὲρ πάντας τοὺς ἀνθρώπους καὶ ἐσοφίσατο ὑπὲρ Γαιθαν τὸν Εζραίτην καὶ τὸν Αιμαν καὶ τὸν Χαλκαλ καὶ Δαρδα υἱοὺς Μαλ. | 11И҆ дадѐ соломѡ́нъ хїра́мꙋ два́десѧть ты́сѧщъ мѣ́ръ пшени́цы, и҆ пи́щꙋ до́мꙋ є҆гѡ̀, и҆ два́десѧть ты́сѧщъ мѣ́ръ є҆ле́а чи́стагѡ: по семꙋ̀ дава́ше соломѡ́нъ хїра́мꙋ на всѧ́ко лѣ́то. |
| 12καὶ ἐλάλησεν Σαλωμων τρισχιλίας παραβολάς, καὶ ἦσαν ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι. | 12И҆ гдⷭ҇ь дадѐ соломѡ́нꙋ премꙋ́дрость, ꙗ҆́коже гл҃а є҆мꙋ̀. И҆ бѣ̀ ми́ръ междꙋ̀ хїра́момъ и҆ междꙋ̀ соломѡ́номъ, и҆ положи́ша завѣ́тъ междꙋ̀ собо́ю. |
| 13καὶ ἐλάλησεν περὶ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου καὶ ἐλάλησεν περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων. | 13И҆ взѧ̀ ца́рь да́нь ѿ всегѡ̀ і҆и҃лѧ, и҆ бѣ̀ да́нь три́десѧть ты́сѧщъ мꙋже́й. |
| 14καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σαλωμων, καὶ ἐλάμβανεν δῶρα παρὰ πάντων τῶν βασιλέων τῆς γῆς, ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ. 14a Καὶ ἔλαβεν Σαλωμων τὴν θυγατέρα Φαραω ἑαυτῷ εἰς γυναῖκα καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ καὶ τὸ τεῖχος Ιερουσαλημ. 14b τότε ἀνέβη Φαραω βασιλεὺς Αἰγύπτου καὶ προκατελάβετο τὴν Γαζερ καὶ ἐνεπύρισεν αὐτὴν καὶ τὸν Χανανίτην τὸν κατοικοῦντα ἐν Μεργαβ, καὶ ἔδωκεν αὐτὰς Φαραω ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμων, καὶ Σαλωμων ᾠκοδόμησεν τὴν Γαζερ. | 14И҆ посла̀ ѧ҆̀ въ лїва́нъ, де́сѧть ты́сѧщъ на мцⷭ҇ъ въ премѣ́нꙋ: мцⷭ҇ъ бы́ша въ лїва́нѣ и҆ два̀ мцⷭ҇а въ домꙋ̀ свое́мъ: и҆ бѧ́ше а҆дѡнїра́мъ над̾ да́нїю. |
| 15Καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου τοὺς παῖδας αὐτοῦ χρῖσαι τὸν Σαλωμων ἀντὶ Δαυιδ τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀγαπῶν ἦν Χιραμ τὸν Δαυιδ πάσας τὰς ἡμέρας. | 15И҆ бѧ́ше соломѡ́нꙋ се́дмьдесѧтъ ты́сѧщъ носѧ́щихъ бремена̀ и҆ ѻ҆́смьдесѧтъ ты́сѧщъ сѣкꙋ́щихъ ка́менїе въ горѣ̀, |
| 16καὶ ἀπέστειλεν Σαλωμων πρὸς Χιραμ λέγων | 16кромѣ̀ старѣ́йшинъ приста́вленыхъ над̾ дѣла́ми соломѡ́ними, трѝ ты́сѧщы и҆ ше́сть сѡ́тъ приста̑вникъ дѣ́лающихъ дѣла̀. |
| 17Σὺ οἶδας Δαυιδ τὸν πατέρα μου ὅτι οὐκ ἐδύνατο οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ μου ἀπὸ προσώπου τῶν πολέμων τῶν κυκλωσάντων αὐτὸν ἕως τοῦ δοῦναι κύριον αὐτοὺς ὑπὸ τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ. | 17И҆ заповѣ́да ца́рь, и҆ взѧ́ша ка́менїе вели́кое, ка́менїе честно́е на ѡ҆снова́нїе хра́ма, и҆ ка́менїе нете́саное. |
| 18καὶ νῦν ἀνέπαυσε κύριος ὁ θεός μου ἐμοὶ κυκλόθεν· οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἀπάντημα πονηρόν. | 18И҆ и҆стеса́ша сы́нове соломѡ̑ни и҆ сы́нове хїра̑мли и҆ каменосѣ́чцы гева́льстїи: и҆ и҆згото́виша ка́мєнїѧ и҆ древа̀ въ трѝ лѣ̑та. |
| 19καὶ ἰδοὺ ἐγὼ λέγω οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ μου, καθὼς ἐλάλησεν κύριος ὁ θεὸς πρὸς Δαυιδ τὸν πατέρα μου λέγων Ὁ υἱός σου, ὃν δώσω ἀντὶ σοῦ ἐπὶ τὸν θρόνον σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου. | |
| 20καὶ νῦν ἔντειλαι καὶ κοψάτωσάν μοι ξύλα ἐκ τοῦ Λιβάνου, καὶ ἰδοὺ οἱ δοῦλοί μου μετὰ τῶν δούλων σου· καὶ τὸν μισθὸν δουλείας σου δώσω σοι κατὰ πάντα, ὅσα ἐὰν εἴπῃς, ὅτι σὺ οἶδας ὅτι οὐκ ἔστιν ἡμῖν εἰδὼς ξύλα κόπτειν καθὼς οἱ Σιδώνιοι. | |
| 21καὶ ἐγενήθη καθὼς ἤκουσεν Χιραμ τῶν λόγων Σαλωμων, ἐχάρη σφόδρα καὶ εἶπεν Εὐλογητὸς ὁ θεὸς σήμερον, ὃς ἔδωκεν τῷ Δαυιδ υἱὸν φρόνιμον ἐπὶ τὸν λαὸν τὸν πολὺν τοῦτον. | |
| 22καὶ ἀπέστειλεν πρὸς Σαλωμων λέγων Ἀκήκοα περὶ πάντων, ὧν ἀπέσταλκας πρός με· ἐγὼ ποιήσω πᾶν θέλημά σου, ξύλα κέδρινα καὶ πεύκινα· | |
| 23οἱ δοῦλοί μου κατάξουσιν αὐτὰ ἐκ τοῦ Λιβάνου εἰς τὴν θάλασσαν, ἐγὼ θήσομαι αὐτὰ σχεδίας ἕως τοῦ τόπου, οὗ ἐὰν ἀποστείλῃς πρός με, καὶ ἐκτινάξω αὐτὰ ἐκεῖ, καὶ σὺ ἀρεῖς· καὶ ποιήσεις τὸ θέλημά μου τοῦ δοῦναι ἄρτους τῷ οἴκῳ μου. | |
| 24καὶ ἦν Χιραμ διδοὺς τῷ Σαλωμων κέδρους καὶ πᾶν θέλημα αὐτοῦ. | |
| 25καὶ Σαλωμων ἔδωκεν τῷ Χιραμ εἴκοσι χιλιάδας κόρους πυροῦ καὶ μαχιρ τῷ οἴκῳ αὐτοῦ καὶ εἴκοσι χιλιάδας βεθ ἐλαίου κεκομμένου· κατὰ τοῦτο ἐδίδου Σαλωμων τῷ Χιραμ κατ᾿ ἐνιαυτόν. | |
| 26καὶ κύριος ἔδωκεν σοφίαν τῷ Σαλωμων, καθὼς ἐλάλησεν αὐτῷ· καὶ ἦν εἰρήνη ἀνὰ μέσον Χιραμ καὶ ἀνὰ μέσον Σαλωμων, καὶ διέθεντο διαθήκην ἀνὰ μέσον ἑαυτῶν.– | |
| 27καὶ ἀνήνεγκεν ὁ βασιλεὺς φόρον ἐκ παντὸς Ισραηλ, καὶ ἦν ὁ φόρος τριάκοντα χιλιάδες ἀνδρῶν. | |
| 28καὶ ἀπέστειλεν αὐτοὺς εἰς τὸν Λίβανον, δέκα χιλιάδες ἐν τῷ μηνί, ἀλλασσόμενοι, μῆνα ἦσαν ἐν τῷ Λιβάνῳ καὶ δύο μῆνας ἐν οἴκῳ αὐτῶν· καὶ Αδωνιραμ ἐπὶ τοῦ φόρου. | |
| 29καὶ ἦν τῷ Σαλωμων ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει | |
| 30χωρὶς ἀρχόντων τῶν καθεσταμένων ἐπὶ τῶν ἔργων τῶν Σαλωμων, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται οἱ ποιοῦντες τὰ ἔργα. | |
| 31 | |
| 32καὶ ἡτοίμασαν τοὺς λίθους καὶ τὰ ξύλα τρία ἔτη. |