г҃ ца́рствъ 16
Select texts:
|
LXX, Rahlfs
|
Бі́блїа. Синодальная типография, 1901
|
| 1καὶ ἐγένετο λόγος κυρίου ἐν χειρὶ Ιου υἱοῦ Ανανι πρὸς Βαασα | 1И҆ бы́сть сло́во гдⷭ҇не рꙋко́ю і҆ꙋ́а сы́на а҆нані́ева ко ваа́сѣ, гл҃ѧ: |
| 2Ἀνθ ὧν ὕψωσά σε ἀπὸ τῆς γῆς καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ ἐπορεύθης ἐν τῇ ὁδῷ Ιεροβοαμ καὶ ἐξήμαρτες τὸν λαόν μου τὸν Ισραηλ τοῦ παροργίσαι με ἐν τοῖς ματαίοις αὐτῶν, | 2поне́же вознесо́хъ тѧ̀ ѿ землѝ и҆ да́хъ тѧ̀ вла́стелѧ над̾ людьмѝ мои́ми і҆и҃лемъ, и҆ поше́лъ є҆сѝ пꙋте́мъ і҆еровоа́млимъ и҆ вве́лъ є҆сѝ въ грѣ́хъ лю́ди моѧ̑ і҆и҃лѧ, є҆́же прогнѣ́вати мѧ̀ сꙋ́етными и҆́хъ: |
| 3ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω Βαασα καὶ ὄπισθεν τοῦ οἴκου αὐτοῦ καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ιεροβοαμ υἱοῦ Ναβατ· | 3сѐ, а҆́зъ ѿве́ргꙋ наслѣ́дїе ваа́сы и҆ наслѣ́дїе до́мꙋ є҆гѡ̀, и҆ сотворю̀ до́мъ тво́й ꙗ҆́кѡ до́мъ і҆еровоа́ма сы́на нава́това: |
| 4τὸν τεθνηκότα τοῦ Βαασα ἐν τῇ πόλει, καταφάγονται αὐτὸν οἱ κύνες, καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ, καταφάγονται αὐτὸν τὰ πετεινὰ τοῦ οὐρανοῦ.– | 4ᲂу҆ме́ршаго ваа́сова во гра́дѣ снѣдѧ́тъ є҆го̀ псѝ, и҆ ᲂу҆ме́ршаго на по́ли снѣдѧ́тъ є҆го̀ пти̑цы небє́сныѧ. |
| 5καὶ τὰ λοιπὰ τῶν λόγων Βαασα καὶ πάντα, ἃ ἐποίησεν, καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ; | 5И҆ прѡ́чаѧ слове́съ ваа́совыхъ, и҆ всѧ̑ ꙗ҆̀же сотворѝ, и҆ си̑льнаѧ є҆гѡ̀, не се́ ли, сꙋ́ть пи̑сана въ кни́зѣ слове́съ дні́й царе́й і҆и҃левыхъ; |
| 6καὶ ἐκοιμήθη Βαασα μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ἐν Θερσα, καὶ βασιλεύει Ηλα υἱὸς αὐτοῦ ἀντ αὐτοῦ ἐν τῷ εἰκοστῷ ἔτει βασιλέως Ασα. | 6И҆ ᲂу҆́спе ваа́са со ѻ҆тцы̑ свои́ми, и҆ погребе́нъ бы́сть во ѳе́рсѣ, и҆ воцари́сѧ и҆ла̀ сы́нъ є҆гѡ̀ вмѣ́стѡ є҆гѡ̀. |
| 7καὶ ἐν χειρὶ Ιου υἱοῦ Ανανι ἐλάλησεν κύριος ἐπὶ Βαασα καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πᾶσαν τὴν κακίαν, ἣν ἐποίησεν ἐνώπιον κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ, τοῦ εἶναι κατὰ τὸν οἶκον Ιεροβοαμ καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν. | 7И҆ рꙋко́ю і҆ꙋ́а сы́на а҆нані́и прⷪ҇ро́ка гл҃а гдⷭ҇ь на ваа́сꙋ и҆ на до́мъ є҆гѡ̀ всю̀ ѕло́бꙋ, ю҆́же сотворѝ пред̾ гдⷭ҇емъ, є҆́же прогнѣ́вати є҆го̀ дѣла́ми рꙋ́къ свои́хъ, бы́ти є҆мꙋ̀ ꙗ҆́коже и҆ до́мꙋ і҆еровоа́млю, и҆ ѡ҆ є҆́же є҆мꙋ̀ пораже́нꙋ бы́ти. |
| 8Καὶ Ηλα υἱὸς Βαασα ἐβασίλευσεν ἐπὶ Ισραηλ δύο ἔτη ἐν Θερσα. | 8Въ лѣ́то два́десѧть шесто́е а҆́сы царѧ̀ і҆ꙋ́дина, ца́рствова и҆ла̀ сы́нъ ваа́синъ над̾ і҆и҃лемъ во ѳе́рсѣ два̀ лѣ̑та. |
| 9καὶ συνέστρεψεν ἐπ᾿ αὐτὸν Ζαμβρι ὁ ἄρχων τῆς ἡμίσους τῆς ἵππου, καὶ αὐτὸς ἦν ἐν Θερσα πίνων μεθύων ἐν τῷ οἴκῳ Ωσα τοῦ οἰκονόμου ἐν Θερσα· | 9И҆ воздви́же( гдⷭ҇ь) на него̀ ѻ҆́троки є҆гѡ̀, и҆ замврі́а воево́дꙋ полови́ны ко́нникѡвъ: и҆ и҆ла̀ бѣ̀ во ѳе́рсѣ ᲂу҆пива́ѧсѧ, и҆ пїѧ́нъ сы́й въ домꙋ̀ а҆́рсы домострои́телѧ во ѳе́рсѣ: |
| 10καὶ εἰσῆλθεν Ζαμβρι καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ. | 10и҆ вни́де замврі́й, и҆ поразѝ є҆го̀, и҆ ᲂу҆мертвѝ є҆го̀, въ лѣ́то два́десѧть седмо́е а҆́сы царѧ̀ і҆ꙋ́дина, и҆ воцари́сѧ вмѣ́стѡ є҆гѡ̀. |
| 11καὶ ἐγενήθη ἐν τῷ βασιλεῦσαι αὐτὸν ἐν τῷ καθίσαι αὐτὸν ἐπὶ τοῦ θρόνου αὐτοῦ καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Βαασα | 11И҆ бы́сть ца́рствꙋющꙋ є҆мꙋ̀, внегда̀ сѣ́сти є҆мꙋ̀ на престо́лѣ є҆гѡ̀, и҆ и҆збѝ ве́сь до́мъ ваа́совъ: не ѡ҆ста́ви є҆мꙋ̀ моча́щагѡ къ стѣнѣ̀, и҆ ᲂу҆́жикѡвъ є҆гѡ̀, и҆ дрꙋ́га є҆гѡ̀. |
| 12κατὰ τὸ ῥῆμα, ὃ ἐλάλησεν κύριος ἐπὶ τὸν οἶκον Βαασα πρὸς Ιου τὸν προφήτην | 12И҆ и҆збѝ замврі́й ве́сь до́мъ ваа́совъ по гл҃ꙋ гдⷭню, є҆го́же гл҃а на до́мъ ваа́совъ и҆ ко і҆ꙋ́ю прⷪ҇ро́кꙋ, |
| 13περὶ πασῶν τῶν ἁμαρτιῶν Βαασα καὶ Ηλα τοῦ υἱοῦ αὐτοῦ, ὡς ἐξήμαρτεν τὸν Ισραηλ τοῦ παροργίσαι κύριον τὸν θεὸν Ισραηλ ἐν τοῖς ματαίοις αὐτῶν. | 13ѡ҆ всѣ́хъ грѣсѣ́хъ ваа́совыхъ и҆ и҆лы̀ сы́на є҆гѡ̀, ꙗ҆́кѡ сотворѝ согрѣши́ти і҆и҃лю, є҆́же разгнѣ́вати гдⷭ҇а бг҃а і҆и҃лева сꙋ́етными и҆́хъ. |
| 14καὶ τὰ λοιπὰ τῶν λόγων Ηλα καὶ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ; | 14Прѡ́чаѧ же слове́съ и҆лы̀, ꙗ҆̀же сотворѝ, не се́ ли, сїѧ̑ пи̑сана въ кни́зѣ слове́съ дні́й царе́й і҆и҃левыхъ; |
| 15Καὶ Ζαμβρι ἐβασίλευσεν ἑπτὰ ἡμέρας ἐν Θερσα. καὶ ἡ παρεμβολὴ Ισραηλ ἐπὶ Γαβαθων τὴν τῶν ἀλλοφύλων, | 15Въ лѣ́то два́десѧть седмо́е а҆́сы царѧ̀ і҆ꙋ́дина ца́рствова замврі́й се́дмь дні́й во ѳе́рсѣ: и҆ бѣ̀ по́лкъ і҆и҃левъ на гаваѳѡ́нъ и҆ноплеме́нническїй. |
| 16καὶ ἤκουσεν ὁ λαὸς ἐν τῇ παρεμβολῇ λεγόντων Συνεστράφη Ζαμβρι καὶ ἔπαισεν τὸν βασιλέα· καὶ ἐβασίλευσαν ἐν Ισραηλ τὸν Αμβρι τὸν ἡγούμενον τῆς στρατιᾶς ἐπὶ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῇ παρεμβολῇ. | 16И҆ слы́шаша лю́дїе сꙋ́щїи въ полцѣ̀, глаго́лющихъ: преврати́сѧ замврі́й и҆ поразѝ царѧ̀. И҆ поста́виша царе́мъ во і҆и҃ли а҆мврі́а воево́дꙋ, и҆́же над̾ во́ѧми во і҆и҃ли въ де́нь ѡ҆́нъ въ полцѣ̀. |
| 17καὶ ἀνέβη Αμβρι καὶ πᾶς Ισραηλ μετ᾿ αὐτοῦ ἐκ Γαβαθων καὶ περιεκάθισαν ἐπὶ Θερσα. | 17И҆ взы́де а҆мврі́й и҆ ве́сь і҆и҃ль съ ни́мъ ѿ гаваѳѡ́на и҆ ѡ҆бсѣ́де ѳе́рсꙋ. |
| 18καὶ ἐγενήθη ὡς εἶδεν Ζαμβρι ὅτι προκατείλημπται αὐτοῦ ἡ πόλις, καὶ εἰσπορεύεται εἰς ἄντρον τοῦ οἴκου τοῦ βασιλέως καὶ ἐνεπύρισεν ἐπ᾿ αὐτὸν τὸν οἶκον τοῦ βασιλέως ἐν πυρὶ καὶ ἀπέθανεν | 18И҆ бы́сть є҆гда̀ ᲂу҆ви́дѣ замврі́й, ꙗ҆́кѡ предвзѧ́тъ бы́сть гра́дъ є҆гѡ̀, и҆ вни́де во внꙋ́треннїй до́мъ ца́рскїй, и҆ зажжѐ над̾ собо́ю до́мъ царе́въ ѻ҆гне́мъ, и҆ ᲂу҆́мре |
| 19ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ, ὧν ἐποίησεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου πορευθῆναι ἐν ὁδῷ Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, ὡς ἐξήμαρτεν τὸν Ισραηλ. | 19за грѣхѝ своѧ̑, ꙗ҆̀же сотворѝ, сотворе́нїѧ ра́ди лꙋка́вагѡ пред̾ гдⷭ҇емъ, є҆́же ходи́ти пꙋте́мъ і҆еровоа́ма сы́на нава́това, и҆ во грѣсѣ́хъ є҆гѡ̀, ꙗ҆́же сотворѝ, ꙗ҆́кѡ введѐ во грѣ́хъ і҆и҃лѧ. |
| 20καὶ τὰ λοιπὰ τῶν λόγων Ζαμβρι καὶ τὰς συνάψεις αὐτοῦ, ἃς συνῆψεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ; | 20И҆ прѡ́чаѧ слове́съ замврі́иныхъ, и҆ навѣ́ты є҆гѡ̀, ꙗ҆̀же совѣща̀, не се́ ли, сїѧ̑ сꙋ́ть пи̑сана въ кни́гахъ слове́съ дні́й царе́й і҆и҃левыхъ; |
| 21Τότε μερίζεται ὁ λαὸς Ισραηλ· ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Θαμνι υἱοῦ Γωναθ τοῦ βασιλεῦσαι αὐτόν, καὶ τὸ ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Αμβρι. | 21Тогда̀ раздѣли́шасѧ лю́дїе і҆и҃льстїи, по́лъ люді́й бы́сть за ѳамні́емъ сы́номъ гѡна́ѳовымъ, ꙗ҆́кѡ да ца́рствꙋетъ ѻ҆́нъ, и҆ по́лъ люді́й бы́сть со а҆мврі́емъ. |
| 22ὁ λαὸς ὁ ὢν ὀπίσω Αμβρι ὑπερεκράτησεν τὸν λαὸν τὸν ὀπίσω Θαμνι υἱοῦ Γωναθ, καὶ ἀπέθανεν Θαμνι καὶ Ιωραμ ὁ ἀδελφὸς αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐβασίλευσεν Αμβρι μετὰ Θαμνι. | 22Лю́дїе же сꙋ́щїи по а҆мврі́и превозмого́ша люді́й бы́вшихъ со ѳамні́емъ сы́номъ гѡна́ѳовымъ. И҆ ᲂу҆́мре ѳамні́й и҆ і҆ѡра́мъ бра́тъ є҆гѡ̀ во вре́мѧ ѻ҆́но, и҆ воцари́сѧ а҆мврі́й по ѳамні́и. |
| 23ἐν τῷ ἔτει τῷ τριακοστῷ καὶ πρώτῳ τοῦ βασιλέως Ασα βασιλεύει Αμβρι ἐπὶ Ισραηλ δώδεκα ἔτη. ἐν Θερσα βασιλεύει ἓξ ἔτη· | 23Въ лѣ́то три́десѧть пе́рвое а҆́сы царѧ̀ і҆ꙋ́дина ца́рствова а҆мврі́й во і҆и҃ли двана́десѧть лѣ́тъ, во ѳе́рсѣ же ше́сть лѣ́тъ ца́рствова. |
| 24καὶ ἐκτήσατο Αμβρι τὸ ὄρος τὸ Σεμερων παρὰ Σεμηρ τοῦ κυρίου τοῦ ὄρους δύο ταλάντων ἀργυρίου καὶ ᾠκοδόμησεν τὸ ὄρος καὶ ἐπεκάλεσεν τὸ ὄνομα τοῦ ὄρους, οὗ ᾠκοδόμεσεν, ἐπὶ τῷ ὀνόματι Σεμηρ τοῦ κυρίου τοῦ ὄρους Σαεμηρων. | 24И҆ кꙋпѝ а҆мврі́й го́рꙋ семерѡ́нъ ᲂу҆ семи́ра господи́на горы̀ двѣма̀ тала̑нты сребра̀, и҆ созда̀ го́рꙋ, и҆ наречѐ и҆́мѧ горѣ̀, ю҆́же созда̀, во и҆́мѧ семи́ра господи́на горы̀ ѻ҆́ныѧ, гора̀ семирѡ́нъ. |
| 25καὶ ἐποίησεν Αμβρι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ· | 25И҆ сотворѝ а҆мврі́й лꙋка́вое пред̾ гдⷭ҇емъ, и҆ прелꙋка́внова па́че всѣ́хъ бы́вшихъ пред̾ ни́мъ: |
| 26καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἐξήμαρτεν τὸν Ισραηλ τοῦ παροργίσαι τὸν κύριον θεὸν Ισραηλ ἐν τοῖς ματαίοις αὐτῶν. | 26и҆ хожда́ше по всѣ̑мъ пꙋтє́мъ і҆еровоа́ма сы́на нава́това и҆ во грѣсѣ́хъ є҆гѡ̀, и҆́миже введѐ во грѣ́хъ і҆и҃лѧ, є҆́же разгнѣ́вати гдⷭ҇а бг҃а і҆и҃лева въ сꙋ́етныхъ и҆́хъ. |
| 27καὶ τὰ λοιπὰ τῶν λόγων Αμβρι καὶ πάντα, ἃ ἐποίησεν, καὶ ἡ δυναστεία αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ; | 27И҆ прѡ́чаѧ слове́съ а҆мврі́евыхъ, и҆ всѧ̑ ꙗ҆́же сотворѝ, и҆ всѧ̑ си́ла є҆гѡ̀, не се́ ли, сїѧ̑ пи̑сана въ кни́зѣ слове́съ дні́й царе́й і҆и҃левыхъ; |
| 28καὶ ἐκοιμήθη Αμβρι μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ἐν Σαμαρείᾳ, καὶ βασιλεύει Αχααβ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ τοῦ Αμβρι βασιλεύει Ιωσαφατ υἱὸς Ασα ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γαζουβα θυγάτηρ Σελει. καὶ ἐπορεύθη ἐν τῇ ὁδῷ Ασα τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινεν ἀπ᾿ αὐτῆς τοῦ ποιεῖν τὸ εὐθὲς ἐνώπιον κυρίου· πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆραν, ἔθυον ἐν τοῖς ὑψηλοῖς καὶ ἐθυμίων. καὶ ἃ συνέθετο Ιωσαφατ, καὶ πᾶσα ἡ δυναστεία, ἣν ἐποίησεν, καὶ οὓς ἐπολέμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ιουδα; καὶ τὰ λοιπὰ τῶν συμπλοκῶν, ἃς ἐπέθεντο ἐν ταῖς ἡμέραις Ασα τοῦ πατρὸς αὐτοῦ, ἐξῆρεν ἀπὸ τῆς γῆς. καὶ βασιλεὺς οὐκ ἦν ἐν Συρίᾳ νασιβ. καὶ ὁ βασιλεὺς Ιωσαφατ ἐποίησεν ναῦν εἰς Θαρσις πορεύεσθαι εἰς Σωφιρ ἐπὶ τὸ χρυσίον· καὶ οὐκ ἐπορεύθη, ὅτι συνετρίβη ἡ ναῦς ἐν Γασιωνγαβερ. τότε εἶπεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ Ἐξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηί· καὶ οὐκ ἐβούλετο Ιωσαφατ. καὶ ἐκοιμήθη Ιωσαφατ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Ιωραμ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. | 28И҆ ᲂу҆́спе а҆мврі́й со ѻ҆тцы̑ свои́ми, и҆ погребе́нъ бы́сть въ самарі́и. И҆ воцари́сѧ а҆хаа́въ сы́нъ є҆гѡ̀ вмѣ́стѡ є҆гѡ̀. |
| 29Ἐν ἔτει δευτέρῳ τῷ Ιωσαφατ βασιλεύει Αχααβ υἱὸς Αμβρι· ἐβασίλευσεν ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ εἴκοσι καὶ δύο ἔτη. | 29А҆хаа́въ же сы́нъ а҆мврі́евъ воцари́сѧ над̾ і҆и҃лемъ въ лѣ́то три́десѧть ѻ҆смо́е а҆́сы царѧ̀ і҆ꙋ́дина: ца́рствова же а҆хаа́въ сы́нъ а҆мврі́евъ над̾ і҆и҃лемъ въ самарі́и два́десѧть два̀ лѣ̑та: |
| 30καὶ ἐποίησεν Αχααβ τὸ πονηρὸν ἐνώπιον κυρίου, ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ· | 30и҆ сотворѝ а҆хаа́въ лꙋка́вое пред̾ гдⷭ҇емъ, и҆ прелꙋка́внова па́че всѣ́хъ бы́вшихъ пре́жде є҆гѡ̀: |
| 31καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσθαι ἐν ταῖς ἁμαρτίαις Ιεροβοαμ υἱοῦ Ναβατ, καὶ ἔλαβεν γυναῖκα τὴν Ιεζαβελ θυγατέρα Ιεθεβααλ βασιλέως Σιδωνίων καὶ ἐπορεύθη καὶ ἐδούλευσεν τῷ Βααλ καὶ προσεκύνησεν αὐτῷ. | 31и҆ не бѣ̀ є҆мꙋ̀ дово́льно, є҆́же ходи́ти во грѣсѣ́хъ і҆еровоа́ма сы́на нава́това, и҆ взѧ̀ женꙋ̀ і҆езаве́ль дще́рь і҆еѳеваа́ла царѧ̀ сїдѡ́нскагѡ: и҆ и҆́де, и҆ нача̀ слꙋжи́ти ваа́лꙋ, и҆ поклони́сѧ є҆мꙋ̀, |
| 32καὶ ἔστησεν θυσιαστήριον τῷ Βααλ ἐν οἴκῳ τῶν προσοχθισμάτων αὐτοῦ, ὃν ᾠκοδόμησεν ἐν Σαμαρείᾳ, | 32и҆ поста́ви тре́бище ваа́лꙋ въ домꙋ̀ ме́рзостей є҆гѡ̀, є҆го́же созда̀ въ самарі́и: |
| 33καὶ ἐποίησεν Αχααβ ἄλσος, καὶ προσέθηκεν Αχααβ τοῦ ποιῆσαι παροργίσματα τοῦ παροργίσαι τὴν ψυχὴν αὐτοῦ τοῦ ἐξολεθρευθῆναι· ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλεῖς Ισραηλ τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ.– | 33и҆ сотворѝ а҆хаа́въ дꙋбра́вꙋ: и҆ приложѝ а҆хаа́въ твори́ти прогнѣ̑ванїѧ, є҆́же разгнѣ́вати гдⷭ҇а бг҃а і҆и҃лева и҆ дꙋ́шꙋ свою̀ погꙋби́ти: ѕлодѣ́йствова па́че всѣ́хъ царе́й і҆и҃левыхъ бы́вшихъ пре́жде є҆гѡ̀. |
| 34ἐν ταῖς ἡμέραις αὐτοῦ ᾠκοδόμησεν Αχιηλ ὁ Βαιθηλίτης τὴν Ιεριχω· ἐν τῷ Αβιρων τῷ πρωτοτόκῳ αὐτοῦ ἐθεμελίωσεν αὐτὴν καὶ τῷ Σεγουβ τῷ νεωτέρῳ αὐτοῦ ἐπέστησεν θύρας αὐτῆς κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ιησου υἱοῦ Ναυη. | 34Во дни̑ же є҆гѡ̀ созда̀ а҆хїи́лъ веѳи́лѧнинъ і҆ерїхѡ́нъ: на а҆вїрѡ́нѣ перворо́днѣмъ свое́мъ ѡ҆снова̀ є҆го̀, и҆ на сегꙋ́вѣ ю҆нѣ́йшемъ свое́мъ поста́ви двє́ри є҆гѡ̀, по гл҃ꙋ гдⷭ҇ню, є҆го́же гл҃а рꙋко́ю і҆исꙋ́са сы́на наѵи́на. |