г҃ ца́рствъ 21
Select texts:
|
LXX, Rahlfs
|
Бі́блїа. Синодальная типография, 1901
|
| 1Καὶ συνήθροισεν υἱὸς Αδερ πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν καὶ τριάκοντα καὶ δύο βασιλεῖς μετ᾿ αὐτοῦ καὶ πᾶς ἵππος καὶ ἅρμα· καὶ ἀνέβησαν καὶ περιεκάθισαν ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ᾿ αὐτήν. | 1И҆ бы́сть по глаго́лѣхъ си́хъ, и҆ вїногра́дъ є҆ди́нъ бѣ̀ ᲂу҆ навꙋѳе́а і҆езраилі́тѧнина при гꙋмнѣ̀ а҆хаа́ва царѧ̀ самарі́йска. |
| 2καὶ ἀπέστειλεν πρὸς Αχααβ βασιλέα Ισραηλ εἰς τὴν πόλιν | 2И҆ речѐ а҆хаа́въ къ навꙋѳе́ю, глаго́лѧ: да́ждь мѝ вїногра́дъ тво́й, и҆ бꙋ́детъ мѝ во вертогра́дъ ѕе́лїй, ꙗ҆́кѡ бли́з̾ є҆́сть се́й до́мꙋ моегѡ̀, и҆ да́мъ тѝ вмѣ́стѡ сегѡ̀ вїногра́дъ и҆́нъ до́бръ па́че сегѡ̀: а҆́ще же ᲂу҆го́дно пред̾ тобо́ю, да́мъ тѝ сребро̀ и҆змѣ́нꙋ вїногра́да сегѡ̀, и҆ бꙋ́детъ мѝ во вертогра́дъ ѕе́лїй. |
| 3καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει υἱὸς Αδερ Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστιν, καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστιν. | 3И҆ речѐ навꙋѳе́й ко а҆хаа́вꙋ: да не бꙋ́детъ мнѣ̀ ѿ гдⷭ҇а бг҃а моегѡ̀ да́ти наслѣ́дїе ѻ҆тє́цъ мои́хъ тебѣ̀. |
| 4καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἶπεν Καθὼς ἐλάλησας, κύριε βασιλεῦ, σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά. | 4И҆ прїи́де а҆хаа́въ въ до́мъ сво́й смꙋще́нъ и҆ ѡ҆скорбле́нъ ѡ҆ словесѝ, є҆́же глаго́ла къ немꙋ̀ навꙋѳе́й і҆езраилі́тѧнинъ, и҆ речѐ: не да́мъ тебѣ̀ наслѣ́дїѧ ѻ҆тє́цъ мои́хъ. И҆ бы́сть дꙋ́хъ а҆хаа́вль смꙋще́нъ, и҆ ᲂу҆́спе на ѻ҆дрѣ̀ свое́мъ и҆ покры̀ лицѐ своѐ и҆ не ꙗ҆дѐ хлѣ́ба. |
| 5καὶ ἀνέστρεψαν οἱ ἄγγελοι καὶ εἶπον Τάδε λέγει υἱὸς Αδερ Ἐγὼ ἀπέσταλκα πρὸς σὲ λέγων Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου δώσεις ἐμοί· | 5И҆ вни́де і҆езаве́ль жена̀ є҆гѡ̀ къ немꙋ̀ и҆ речѐ къ немꙋ̀: что̀ дꙋ́хъ тво́й є҆́сть смꙋще́нъ, и҆ не ꙗ҆́си ты̀ хлѣ́ба; |
| 6ὅτι ταύτην τὴν ὥραν αὔριον ἀποστελῶ τοὺς παῖδάς μου πρὸς σέ, καὶ ἐρευνήσουσιν τὸν οἶκόν σου καὶ τοὺς οἴκους τῶν παίδων σου καὶ ἔσται τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν, ἐφ᾿ ἃ ἂν ἐπιβάλωσι τὰς χεῖρας αὐτῶν, καὶ λήμψονται. | 6И҆ речѐ къ не́й( а҆хаа́въ) : ꙗ҆́кѡ глаго́лахъ навꙋѳе́ю і҆езраилі́тѧнинꙋ глаго́лѧ: да́ждь мѝ вїногра́дъ тво́й за сребро̀: и҆ а҆́ще хо́щеши, да́мъ тѝ вїногра́дъ и҆́нъ вмѣ́стѡ є҆гѡ̀: и҆ речѐ: не да́мъ тѝ наслѣ́дїѧ ѻ҆тє́цъ мои́хъ. |
| 7καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς πρεσβυτέρους καὶ εἶπεν Γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὗτος ζητεῖ, ὅτι ἀπέσταλκεν πρός με περὶ τῶν γυναικῶν μου καὶ περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου· τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ᾿ αὐτοῦ. | 7И҆ речѐ къ немꙋ̀ і҆езаве́ль жена̀ є҆гѡ̀: ты́ ли нн҃ѣ твори́ши та́кѡ, царю̀ і҆и҃левъ; воста́ни и҆ ꙗ҆́ждь хлѣ́бъ и҆ молча̀ бꙋ́ди, а҆́зъ же да́мъ тѝ вїногра́дъ навꙋѳе́а і҆езраилі́тѧнина. |
| 8καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ λαός Μὴ ἀκούσῃς καὶ μὴ θελήσῃς. | 8И҆ написа̀ кни́гꙋ на и҆́мѧ а҆хаа́вле, и҆ запеча́та ю҆̀ печа́тїю є҆гѡ̀, и҆ посла̀ кни́гꙋ къ старѣ́йшинамъ и҆ свобѡ́днымъ живꙋ́щымъ съ навꙋѳе́емъ. |
| 9καὶ εἶπεν τοῖς ἀγγέλοις υἱοῦ Αδερ Λέγετε τῷ κυρίῳ ὑμῶν Πάντα, ὅσα ἀπέσταλκας πρὸς τὸν δοῦλόν σου ἐν πρώτοις, ποιήσω, τὸ δὲ ῥῆμα τοῦτο οὐ δυνήσομαι ποιῆσαι. καὶ ἀπῆραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτῷ λόγον. | 9И҆ пи́сано бѧ́ше въ кни́зѣ та́кѡ: пости́тесѧ посто́мъ и҆ посади́те навꙋѳе́а и҆ въ нача́лѣ люді́й: |
| 10καὶ ἀνταπέστειλεν πρὸς αὐτὸν υἱὸς Αδερ λέγων Τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς ἀλώπεξιν παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου. | 10и҆ посади́те два̀ мꙋ̑жа сы́ны законопрестꙋ́пныхъ проти́вꙋ є҆мꙋ̀, и҆ да засвидѣ́тельствꙋютъ ѡ҆ не́мъ, глаго́люще, ꙗ҆́кѡ( не) благословѝ бг҃а и҆ царѧ̀: и҆ да и҆зведꙋ́тъ є҆го̀ и҆ побїю́тъ ка́менїемъ, и҆ да ᲂу҆́мретъ. |
| 11καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἶπεν Ἱκανούσθω· μὴ καυχάσθω ὁ κυρτὸς ὡς ὁ ὀρθός. | 11И҆ сотвори́ша та́кѡ мꙋ́жїе гра́да є҆гѡ̀ старѣ́йшїи и҆ свобо́днїи живꙋ́щїи во гра́дѣ є҆гѡ̀, ꙗ҆́коже посла̀ къ ни̑мъ і҆езаве́ль, и҆ ꙗ҆́коже пи́сано бѧ́ше въ кни́гахъ, ꙗ҆̀же посла̀ къ ни̑мъ: |
| 12καὶ ἐγένετο ὅτε ἀπεκρίθη αὐτῷ τὸν λόγον τοῦτον, πίνων ἦν αὐτὸς καὶ πάντες οἱ βασιλεῖς μετ᾿ αὐτοῦ ἐν σκηναῖς· καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οἰκοδομήσατε χάρακα· καὶ ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν. | 12и҆ нареко́ша по́стъ, и҆ посади́ша навꙋѳе́а въ нача́лѣ люді́й, |
| 13Καὶ ἰδοὺ προφήτης εἷς προσῆλθεν τῷ βασιλεῖ Ισραηλ καὶ εἶπεν Τάδε λέγει κύριος Εἰ ἑόρακας πάντα τὸν ὄχλον τὸν μέγαν τοῦτον; ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χεῖρας σάς, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος. | 13и҆ прїидо́ста два̀ мꙋ̑жа сы́нове законопрестꙋ́пныхъ и҆ сѣдо́ста проти́вꙋ є҆гѡ̀, и҆ засвидѣ́тельствоваша на него̀ мꙋ́жїе ѿстꙋ̑пницы навꙋѳе́ѡвы пред̾ людьмѝ, глаго́люще: се́й( не) благословѝ бг҃а и҆ царѧ̀. И҆ и҆зведо́ша є҆го̀ во́нъ и҆з̾ гра́да и҆ поби́ша є҆го̀ ка́менїемъ, и҆ ᲂу҆́мре. |
| 14καὶ εἶπεν Αχααβ Ἐν τίνι; καὶ εἶπεν Τάδε λέγει κύριος Ἐν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χωρῶν. καὶ εἶπεν Αχααβ Τίς συνάψει τὸν πόλεμον; καὶ εἶπεν Σύ. | 14И҆ посла́ша ко і҆езаве́ли, глаго́люще: ка́менїемъ побїе́нъ бы́сть навꙋѳе́й и҆ ᲂу҆́мре. |
| 15καὶ ἐπεσκέψατο Αχααβ τὰ παιδάρια τῶν ἀρχόντων τῶν χωρῶν, καὶ ἐγένοντο διακόσιοι καὶ τριάκοντα· καὶ μετὰ ταῦτα ἐπεσκέψατο τὸν λαόν, πᾶν υἱὸν δυνάμεως, ἑξήκοντα χιλιάδας. | 15И҆ бы́сть є҆гда̀ ᲂу҆слы́ша і҆езаве́ль глаго́лющихъ, ꙗ҆́кѡ побїе́нъ навꙋѳе́й и҆ ᲂу҆́мре, и҆ речѐ і҆езаве́ль ко а҆хаа́вꙋ: воста́ни, наслѣ́дꙋй вїногра́дъ навꙋѳе́а і҆езраилі́тѧнина, и҆́же не взѧ̀ ᲂу҆ тебє̀ сребра̀, и҆ ᲂу҆жѐ нѣ́сть навꙋѳе́й жи́въ, но ᲂу҆́мре. |
| 16καὶ ἐξῆλθεν μεσημβρίας· καὶ υἱὸς Αδερ πίνων μεθύων ἐν Σοκχωθ, αὐτὸς καὶ οἱ βασιλεῖς, τριάκοντα καὶ δύο βασιλεῖς συμβοηθοὶ μετ᾿ αὐτοῦ. | 16И҆ бы́сть є҆гда̀ ᲂу҆слы́ша а҆хаа́въ, ꙗ҆́кѡ ᲂу҆бїе́нъ бы́сть навꙋѳе́й і҆езраилі́тѧнинъ, и҆ раздра̀ ри̑зы своѧ̑ и҆ ѡ҆блече́сѧ во вре́тище. И҆ бы́сть по си́хъ, и҆ воста̀ и҆ сни́де а҆хаа́въ въ вїногра́дъ навꙋѳе́а і҆езраилі́тѧнина наслѣ́дити є҆го̀. |
| 17καὶ ἐξῆλθον παιδάρια ἀρχόντων τῶν χωρῶν ἐν πρώτοις. καὶ ἀποστέλλουσιν καὶ ἀπαγγέλλουσιν τῷ βασιλεῖ Συρίας λέγοντες Ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας. | 17И҆ речѐ гдⷭ҇ь ко и҆лїѝ ѳесві́тѧнинꙋ, гл҃ѧ: |
| 18καὶ εἶπεν αὐτοῖς Εἰ εἰς εἰρήνην οὗτοι ἐκπορεύονται, συλλάβετε αὐτοὺς ζῶντας, καὶ εἰ εἰς πόλεμον, ζῶντας συλλάβετε αὐτούς· | 18воста́ни и҆ сни́ди на срѣ́тенїе а҆хаа́вꙋ царю̀ і҆и҃левꙋ, и҆́же въ самарі́и, се́ бо, се́й въ вїногра́дѣ навꙋѳе́евѣ, ꙗ҆́кѡ сни́де та́мѡ наслѣ́дити є҆го̀: |
| 19καὶ μὴ ἐξελθάτωσαν ἐκ τῆς πόλεως τὰ παιδάρια ἀρχόντων τῶν χωρῶν. καὶ ἡ δύναμις ὀπίσω αὐτῶν | 19и҆ рече́ши є҆мꙋ̀, глаго́лѧ: си́це гл҃етъ гдⷭ҇ь: поне́же ты̀ ᲂу҆би́лъ є҆сѝ( навꙋѳе́а) и҆ прїѧ́лъ є҆сѝ въ наслѣ́дїе( вїногра́дъ є҆гѡ̀) , сегѡ̀ ра́ди та́кѡ гл҃етъ гдⷭ҇ь: на мѣ́стѣ, и҆дѣ́же полиза́ша свинїи̑ и҆ псѝ кро́вь є҆гѡ̀, та́мѡ поли́жꙋтъ и҆ кро́вь твою̀, и҆ блꙋдни̑цы и҆змы́ютсѧ въ кро́ви твое́й. |
| 20ἐπάταξεν ἕκαστος τὸν παρ᾿ αὐτοῦ καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρ᾿ αὐτοῦ, καὶ ἔφυγεν Συρία, καὶ κατεδίωξεν αὐτοὺς Ισραηλ· καὶ σῴζεται υἱὸς Αδερ βασιλεὺς Συρίας ἐφ᾿ ἵππου ἱππέως. | 20И҆ речѐ а҆хаа́въ ко и҆лїѝ: ѡ҆брѣ́лъ ли є҆сѝ мѧ̀, вра́же мо́й; И҆ речѐ и҆лїа̀: ѡ҆брѣто́хъ: поне́же ты̀ всꙋ́е про́данъ є҆сѝ сотвори́ти лꙋка́вое пред̾ гдⷭ҇емъ, во є҆́же разгнѣ́вати є҆го̀: |
| 21καὶ ἐξῆλθεν βασιλεὺς Ισραηλ καὶ ἔλαβεν πάντας τοὺς ἵππους καὶ τὰ ἅρματα καὶ ἐπάταξεν πληγὴν μεγάλην ἐν Συρίᾳ. | 21си́це гл҃етъ гдⷭ҇ь: сѐ, а҆́зъ наведꙋ̀ на тѧ̀ ѕла̑ѧ и҆ попалю̀ за̑днѧѧ твоѧ̑, и҆ и҆скореню̀ а҆хаа́влѧ моча́щагосѧ къ стѣнѣ̀, и҆ содєржи́мыѧ и҆ ѡ҆ста́вшихсѧ во і҆и҃ли: |
| 22καὶ προσῆλθεν ὁ προφήτης πρὸς βασιλέα Ισραηλ καὶ εἶπεν Κραταιοῦ καὶ γνῶθι καὶ ἰδὲ τί ποιήσεις, ὅτι ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ υἱὸς Αδερ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σέ. | 22и҆ преда́мъ до́мъ тво́й ꙗ҆́коже до́мъ і҆еровоа́ма сы́на нава́това, и҆ ꙗ҆́коже до́мъ ваа́сы сы́на а҆хі́ина, ѡ҆ прогнѣ́ванїихъ, и҆́миже прогнѣ́валъ мѧ̀ є҆сѝ, и҆ грѣ́шити сотвори́лъ є҆сѝ і҆и҃лѧ. |
| 23Καὶ οἱ παῖδες βασιλέως Συρίας εἶπον Θεὸς ὀρέων θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων, διὰ τοῦτο ἐκραταίωσεν ὑπὲρ ἡμᾶς· ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατ᾿ εὐθύ, εἰ μὴ κραταιώσομεν ὑπὲρ αὐτούς. | 23И҆ ко і҆езаве́ли речѐ гдⷭ҇ь, гл҃ѧ: псѝ снѣдѧ́тъ ю҆̀ въ предгра́дїи і҆езрае́лѧ: |
| 24καὶ τὸ ῥῆμα τοῦτο ποίησον· ἀπόστησον τοὺς βασιλεῖς ἕκαστον εἰς τὸν τόπον αὐτῶν καὶ θοῦ ἀντ αὐτῶν σατράπας, | 24ᲂу҆ме́ршаго а҆хаа́влѧ во гра́дѣ снѣдѧ́тъ псѝ, и҆ ᲂу҆ме́ршаго є҆гѡ̀ на по́ли снѣдѧ́тъ пти̑цы небє́сныѧ: |
| 25καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν ἀπὸ σοῦ καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ᾿ εὐθὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς. καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν καὶ ἐποίησεν οὕτως. | 25и҆ въ сꙋетѣ̀ ты̀ є҆сѝ, а҆хаа́ве, и҆́же про́данъ бы́сть сотвори́ти лꙋка́вое пред̾ гдⷭ҇емъ, ꙗ҆́кѡ превратѝ є҆го̀ і҆езаве́ль жена̀ є҆гѡ̀. |
| 26καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ καὶ ἐπεσκέψατο υἱὸς Αδερ τὴν Συρίαν καὶ ἀνέβη εἰς Αφεκα εἰς πόλεμον ἐπὶ Ισραηλ. | 26И҆ ѡ҆мерзи́сѧ ѕѣлѡ̀, є҆́же ходи́ти в̾слѣ́дъ ме́рзостей, ꙗ҆̀же сотворѝ а҆морре́й, є҆го́же и҆стребѝ гдⷭ҇ь ѿ лица̀ сынѡ́въ і҆и҃левыхъ. |
| 27καὶ οἱ υἱοὶ Ισραηλ ἐπεσκέπησαν καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτῶν, καὶ παρενέβαλεν Ισραηλ ἐξ ἐναντίας αὐτῶν ὡσεὶ δύο ποίμνια αἰγῶν, καὶ Συρία ἔπλησεν τὴν γῆν. | 27И҆ бы́сть є҆гда̀ ᲂу҆слы́ша а҆хаа́въ словеса̀ сїѧ̑, ᲂу҆мили́сѧ ѿ лица̀ гдⷭ҇нѧ, и҆ и҆дѧ́ше пла́часѧ, и҆ раздра̀ ри̑зы своѧ̑, и҆ препоѧ́сасѧ вре́тищемъ по тѣ́лꙋ своемꙋ̀ и҆ пости́сѧ: и҆ бѣ̀ ѡ҆блече́нъ во вре́тище ѿ днѐ, во́ньже ᲂу҆бѝ навꙋѳе́а і҆езраилі́тѧнина, и҆ хожда́ше ско́рбенъ. |
| 28καὶ προσῆλθεν ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν τῷ βασιλεῖ Ισραηλ Τάδε λέγει κύριος Ἀνθ ὧν εἶπεν Συρία Θεὸς ὀρέων κύριος ὁ θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων αὐτός, καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρα σήν, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος. | 28И҆ бы́сть гл҃ъ гдⷭ҇ень рꙋко́ю раба̀ є҆гѡ̀ и҆лїѝ ѡ҆ а҆хаа́вѣ, |
| 29καὶ παρεμβάλλουσιν οὗτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας, καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ προσήγαγεν ὁ πόλεμος, καὶ ἐπάταξεν Ισραηλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζῶν μιᾷ ἡμέρᾳ. | 29и҆ речѐ гдⷭ҇ь: ви́дѣлъ ли є҆сѝ, ꙗ҆́кѡ ᲂу҆мили́сѧ а҆хаа́въ ѿ лица̀ моегѡ̀; сегѡ̀ ра́ди не наведꙋ̀ ѕла̀ во дне́хъ є҆гѡ̀: но во дне́хъ сы́на є҆гѡ̀ наведꙋ̀ ѕло̀ на до́мъ є҆гѡ̀. |
| 30καὶ ἔφυγον οἱ κατάλοιποι εἰς Αφεκα εἰς τὴν πόλιν, καὶ ἔπεσεν τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων.– καὶ υἱὸς Αδερ ἔφυγεν καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ κοιτῶνος εἰς τὸ ταμίειον. | |
| 31καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οἶδα ὅτι βασιλεῖς Ισραηλ βασιλεῖς ἐλέους εἰσίν· ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμῶν καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμῶν καὶ ἐξέλθωμεν πρὸς βασιλέα Ισραηλ, εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμῶν. | |
| 32καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ εἶπον τῷ βασιλεῖ Ισραηλ Δοῦλός σου υἱὸς Αδερ λέγει Ζησάτω δὴ ἡ ψυχή μου. καὶ εἶπεν Εἰ ἔτι ζῇ; ἀδελφός μού ἐστιν. | |
| 33καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἔσπευσαν καὶ ἀνέλεξαν τὸν λόγον ἐκ τοῦ στόματος αὐτοῦ καὶ εἶπον Ἀδελφός σου υἱὸς Αδερ. καὶ εἶπεν Εἰσέλθατε καὶ λάβετε αὐτόν· καὶ ἐξῆλθεν πρὸς αὐτὸν υἱὸς Αδερ, καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα. | |
| 34καὶ εἶπεν πρὸς αὐτόν Τὰς πόλεις, ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου, ἀποδώσω σοι, καὶ ἐξόδους θήσεις σαυτῷ ἐν Δαμασκῷ, καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ· καὶ ἐγὼ ἐν διαθήκῃ ἐξαποστελῶ σε. καὶ διέθετο αὐτῷ διαθήκην καὶ ἐξαπέστειλεν αὐτόν. | |
| 35Καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν τῶν προφητῶν εἶπεν πρὸς τὸν πλησίον αὐτοῦ ἐν λόγῳ κυρίου Πάταξον δή με· καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐτόν. | |
| 36καὶ εἶπεν πρὸς αὐτόν Ἀνθ ὧν οὐκ ἤκουσας τῆς φωνῆς κυρίου, ἰδοὺ σὺ ἀποτρέχεις ἀπ᾿ ἐμοῦ, καὶ πατάξει σε λέων· καὶ ἀπῆλθεν ἀπ᾿ αὐτοῦ, καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν. | |
| 37καὶ εὑρίσκει ἄνθρωπον ἄλλον καὶ εἶπεν Πάταξόν με δή· καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος πατάξας καὶ συνέτριψεν. | |
| 38καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ βασιλεῖ Ισραηλ ἐπὶ τῆς ὁδοῦ καὶ κατεδήσατο τελαμῶνι τοὺς ὀφθαλμοὺς αὐτοῦ. | |
| 39καὶ ἐγένετο ὡς ὁ βασιλεὺς παρεπορεύετο, καὶ οὗτος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἶπεν Ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατιὰν τοῦ πολέμου, καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγεν πρός με ἄνδρα καὶ εἶπεν πρός με Φύλαξον τοῦτον τὸν ἄνδρα, ἐὰν δὲ ἐκπηδῶν ἐκπηδήσῃ, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ ἢ τάλαντον ἀργυρίου στήσεις· | |
| 40καὶ ἐγενήθη περιεβλέψατο ὁ δοῦλός σου ὧδε καὶ ὧδε, καὶ οὗτος οὐκ ἦν. καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεὺς Ισραηλ Ἰδοὺ καὶ τὰ ἔνεδρα, παρ᾿ ἐμοὶ ἐφόνευσας. | |
| 41καὶ ἔσπευσεν καὶ ἀφεῖλεν τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ισραηλ ὅτι ἐκ τῶν προφητῶν οὗτος. | |
| 42καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει κύριος Διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός σου, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ. | |
| 43καὶ ἀπῆλθεν ὁ βασιλεὺς Ισραηλ συγκεχυμένος καὶ ἐκλελυμένος καὶ ἔρχεται εἰς Σαμάρειαν. |