Данїи́ла 6
Select texts:
|
LXX, Rahlfs
|
Бі́блїа. Синодальная типография, 1901
|
| 1καὶ Ἀρταξέρξης ὁ τῶν Μήδων παρέλαβε τὴν βασιλείαν. Καὶ Δαρεῖος πλήρης τῶν ἡμερῶν καὶ ἔνδοξος ἐν γήρει· | 1И҆ бы́сть ᲂу҆го́дно пред̾ царе́мъ, и҆ поста́ви во ца́рствѣ кнѧзе́й сто̀ и҆ два́десѧть, є҆́же бы́ти и҆̀мъ во все́мъ ца́рствѣ є҆гѡ̀, |
| 2καὶ κατέστησε σατράπας ἑκατὸν εἴκοσι ἑπτὰ ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ | 2над̾ ни́ми же трѝ чино́вники, ѿ ни́хже бѣ̀ данїи́лъ є҆ди́нъ, дабы̀ ѿдава́ли и҆̀мъ кнѧ̑зи сло́во, ꙗ҆́кѡ да царю̀ не стꙋжа́ютъ. |
| 3καὶ ἐπ᾿ αὐτῶν ἄνδρας τρεῖς ἡγουμένους αὐτῶν, καὶ Δανιηλ εἷς ἦν τῶν τριῶν ἀνδρῶν | 3И҆ бѣ̀ данїи́лъ над̾ ни́ми, ꙗ҆́кѡ дꙋ́хъ бѧ́ше преиз̾ѻби́ленъ въ не́мъ, и҆ ца́рь поста́ви є҆го̀ над̾ всѣ́мъ ца́рствомъ свои́мъ. |
| 4ὑπὲρ πάντας ἔχων ἐξουσίαν ἐν τῇ βασιλείᾳ. καὶ Δανιηλ ἦν ἐνδεδυμένος πορφύραν καὶ μέγας καὶ ἔνδοξος ἔναντι Δαρείου τοῦ βασιλέως, καθότι ἦν ἔνδοξος καὶ ἐπιστήμων καὶ συνετός, καὶ πνεῦμα ἅγιον ἐν αὐτῷ, καὶ εὐοδούμενος ἐν ταῖς πραγματείαις τοῦ βασιλέως, αἷς ἔπρασσε. τότε ὁ βασιλεὺς ἐβουλεύσατο καταστῆσαι τὸν Δανιηλ ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ καὶ τοὺς δύο ἄνδρας, οὓς κατέστησε μετ᾿ αὐτοῦ, καὶ σατράπας ἑκατὸν εἴκοσι ἑπτά. | 4Чинѡ́вницы же и҆ кнѧ̑зи и҆ска́хꙋ вины̀ ѡ҆брѣстѝ на данїи́ла: и҆ всѧ́кїѧ вины̀ и҆ собла́зна и҆ грѣха̀ не ѡ҆брѣто́ша на него̀, ꙗ҆́кѡ вѣ́ренъ бѧ́ше. |
| 5ὅτε δὲ ἐβουλεύσατο ὁ βασιλεὺς καταστῆσαι τὸν Δανιηλ ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ, τότε βουλὴν καὶ γνώμην ἐβουλεύσαντο ἐν ἑαυτοῖς οἱ δύο νεανίσκοι πρὸς ἀλλήλους λέγοντες, ἐπεὶ οὐδεμίαν ἁμαρτίαν οὐδὲ ἄγνοιαν ηὕρισκον κατὰ τοῦ Δανιηλ περὶ ἧς κατηγορήσουσιν αὐτοῦ πρὸς τὸν βασιλέα, | 5И҆ рѣ́ша чинѡ́вницы не ѡ҆брѧ́щемъ на данїи́ла вины̀, а҆́ще не въ зако́нѣхъ бг҃а є҆гѡ̀. |
| 6καὶ εἶπαν Δεῦτε στήσωμεν ὁρισμὸν καθ᾿ ἑαυτῶν ὅτι πᾶς ἄνθρωπος οὐκ ἀξιώσει ἀξίωμα καὶ οὐ μὴ εὔξηται εὐχὴν ἀπὸ παντὸς θεοῦ ἕως ἡμερῶν τριάκοντα, ἀλλ᾿ ἢ παρὰ Δαρείου τοῦ βασιλέως· εἰ δὲ μή, ἀποθανεῖται· ἵνα ἡττήσωσι τὸν Δανιηλ ἐναντίον τοῦ βασιλέως, καὶ ῥιφῇ εἰς τὸν λάκκον τῶν λεόντων. ᾔδεισαν γὰρ ὅτι Δανιηλ προσεύχεται καὶ δεῖται κυρίου τοῦ θεοῦ αὐτοῦ τρὶς τῆς ἡμέρας. | 6Тогда̀ чинѡ́вницы и҆ кнѧ̑зи предста́ша царю̀ и҆ рѣ́ша є҆мꙋ̀: да́рїе царю̀, во вѣ́ки живѝ: |
| 7τότε προσήλθοσαν οἱ ἄνθρωποι ἐκεῖνοι καὶ εἶπαν ἐναντίον τοῦ βασιλέως | 7совѣща́ша всѝ и҆̀же во ца́рствѣ твое́мъ воевѡ́ды и҆ кнѧ̑зи, ѵ҆па́ти и҆ ѡ҆блада́ющїи страна́ми, є҆́же ᲂу҆ста́вити ᲂу҆ста́въ ца́рскїй и҆ ᲂу҆крѣпи́ти предѣ́лъ, ꙗ҆́кѡ а҆́ще кто̀ попро́ситъ проше́нїѧ ѿ всѧ́кагѡ бо́га и҆ человѣ́ка до дні́й три́десѧти, ра́звѣ то́чїю ѿ тебє̀, царю̀, да вве́рженъ бꙋ́детъ въ ро́въ ле́вскїй: |
| 8Ὁρισμὸν καὶ στάσιν ἐστήσαμεν ὅτι πᾶς ἄνθρωπος, ὃς ἂν εὔξηται εὐχὴν ἢ ἀξιώσῃ ἀξίωμά τι παρὰ παντὸς θεοῦ ἕως ἡμερῶν τριάκοντα ἀλλ᾿ ἢ παρὰ Δαρείου τοῦ βασιλέως, ῥιφήσεται εἰς τὸν λάκκον τῶν λεόντων. | 8нн҃ѣ ᲂу҆̀бо, царю̀, ᲂу҆ста́ви предѣ́лъ и҆ положѝ писа́нїе, ꙗ҆́кѡ да не и҆змѣни́тсѧ за́повѣдь ми́дска и҆ пе́рсска, ( да никто́же престꙋ́питъ є҆ѧ̀) . |
| 9καὶ ἠξίωσαν τὸν βασιλέα ἵνα στήσῃ τὸν ὁρισμὸν καὶ μὴ ἀλλοιώσῃ αὐτόν, διότι ᾔδεισαν ὅτι Δανιηλ προσεύχεται καὶ δεῖται τρὶς τῆς ἡμέρας, ἵνα ἡττηθῇ διὰ τοῦ βασιλέως καὶ ῥιφῇ εἰς τὸν λάκκον τῶν λεόντων. | 9Тогда̀ ца́рь да́рїй повелѣ̀ вписа́ти за́повѣдь. |
| 10καὶ οὕτως ὁ βασιλεὺς Δαρεῖος ἔστησε καὶ ἐκύρωσεν. | 10Данїи́лъ же є҆гда̀ ᲂу҆вѣ́дѣ, ꙗ҆́кѡ за́повѣдь вчини́сѧ, вни́де въ до́мъ сво́й: двє́рцы же ѿвє́рсты є҆мꙋ̀ въ го́рницѣ є҆гѡ̀ проти́вꙋ і҆ерⷭ҇ли́ма, въ три́ же времена̀ днѐ бѧ́ше прекланѧ́ѧ кѡлѣ́на своѧ̑, молѧ́сѧ и҆ и҆сповѣ́даѧсѧ пред̾ бг҃омъ свои́мъ, ꙗ҆́коже бѣ̀ творѧ̀ пре́жде. |
| 11ἐπιγνοὺς δὲ Δανιηλ τὸν ὁρισμόν, ὃν ἔστησε κατ᾿ αὐτοῦ, θυρίδας ἤνοιξεν ἐν τῷ ὑπερῴῳ αὐτοῦ κατέναντι Ιερουσαλημ καὶ ἔπιπτεν ἐπὶ πρόσωπον αὐτοῦ τρὶς τῆς ἡμέρας, καθὼς ἐποίει ἔμπροσθεν, καὶ ἐδεῖτο. | 11Тогда̀ мꙋ́жїе ѻ҆́нїи наблюдо́ша и҆ ѡ҆брѣто́ша данїи́ла просѧ́ща и҆ молѧ́щасѧ бг҃ꙋ своемꙋ̀, |
| 12καὶ αὐτοὶ ἐτήρησαν τὸν Δανιηλ καὶ κατελάβοσαν αὐτὸν εὐχόμενον τρὶς τῆς ἡμέρας καθ᾿ ἑκάστην ἡμέραν. | 12и҆ прише́дше рѣ́ша пред̾ царе́мъ: царю̀, не вчини́лъ ли є҆сѝ ты̀ предѣ́ла, ꙗ҆́кѡ да всѧ́къ человѣ́къ, и҆́же а҆́ще попро́ситъ ᲂу҆ всѧ́кагѡ бо́га и҆ человѣ́ка проше́нїѧ до три́десѧти дні́й, но то́чїю ᲂу҆ тебє̀, царю̀, да вве́ржетсѧ въ ро́въ ле́вскъ; И҆ речѐ ца́рь: и҆́стинно сло́во, и҆ за́повѣдь ми́дска и҆ пе́рсска не мимои́детъ. |
| 13τότε οὗτοι οἱ ἄνθρωποι ἐνέτυχον τῷ βασιλεῖ καὶ εἶπαν Δαρεῖε βασιλεῦ, οὐχ ὁρισμὸν ὡρίσω ἵνα πᾶς ἄνθρωπος μὴ εὔξηται εὐχὴν μηδὲ ἀξιώσῃ ἀξίωμα παρὰ παντὸς θεοῦ ἕως ἡμερῶν τριάκοντα ἀλλὰ παρὰ σοῦ, βασιλεῦ· εἰ δὲ μή, ῥιφήσεται εἰς τὸν λάκκον τῶν λεόντων; ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἶπεν αὐτοῖς Ἀκριβὴς ὁ λόγος, καὶ μενεῖ ὁ ὁρισμός. 13a καὶ εἶπον αὐτῷ Ὁρκίζομέν σε τοῖς Μήδων καὶ Περσῶν δόγμασιν, ἵνα μὴ ἀλλοιώσῃς τὸ πρόσταγμα μηδὲ θαυμάσῃς πρόσωπον καὶ ἵνα μὴ ἐλαττώσῃς τι τῶν εἰρημένων καὶ κολάσῃς τὸν ἄνθρωπον, ὃς οὐκ ἐνέμεινε τῷ ὁρισμῷ τούτῳ. καὶ εἶπεν Οὕτως ποιήσω καθὼς λέγετε, καὶ ἕστηκέ μοι τοῦτο. | 13Тогда̀ ѿвѣща́ша пред̾ царе́мъ и҆ глаго́лаша: данїи́лъ, и҆́же ѿ сынѡ́въ плѣ́на і҆ꙋде́йска, не покори́сѧ за́повѣди твое́й( и҆ не радѣ̀) ѡ҆ предѣ́лѣ, є҆го́же вчини́лъ є҆сѝ: въ три́ бо времена̀ днѐ про́ситъ ᲂу҆ бг҃а своегѡ̀ проше́нїй свои́хъ. |
| 14καὶ εἶπαν Ἰδοὺ εὕρομεν Δανιηλ τὸν φίλον σου εὐχόμενον καὶ δεόμενον τοῦ προσώπου τοῦ θεοῦ αὐτοῦ τρὶς τῆς ἡμέρας. | 14Тогда̀ ца́рь, ꙗ҆́кѡ слы́шавъ сло́во сїѐ, ѕѣлѡ̀ ѡ҆печа́лисѧ ѡ҆ не́мъ, и҆ ѡ҆ данїи́лѣ прѧ́шесѧ є҆́же и҆зба́вити є҆го̀, и҆ бѣ̀ да́же до ве́чера прѧ́сѧ є҆́же и҆зба́вити є҆го̀. |
| 15καὶ λυπούμενος ὁ βασιλεὺς εἶπεν ῥιφῆναι τὸν Δανιηλ εἰς τὸν λάκκον τῶν λεόντων κατὰ τὸν ὁρισμόν, ὃν ἔστησε κατ᾿ αὐτοῦ. τότε ὁ βασιλεὺς σφόδρα ἐλυπήθη ἐπὶ τῷ Δανιηλ καὶ ἐβοήθει τοῦ ἐξελέσθαι αὐτὸν ἕως δυσμῶν ἡλίου ἀπὸ τῶν χειρῶν τῶν σατραπῶν | 15Тогда̀ мꙋ́жїе ѻ҆́нїи глаго́лаша царю̀: вѣ́ждь, царю̀ ꙗ҆́кѡ ми́дѡмъ и҆ пе́рсѡмъ не лѣ́ть є҆́сть премѣни́ти всѧ́кагѡ предѣ́ла и҆ ᲂу҆ста́ва, є҆го́же ца́рь ᲂу҆ста́витъ. |
| 16καὶ οὐκ ἠδύνατο ἐξελέσθαι αὐτὸν ἀπ᾿ αὐτῶν. | 16Тогда̀ ца́рь речѐ, и҆ приведо́ша данїи́ла и҆ вверго́ша є҆го̀ въ ро́въ ле́вскъ. И҆ речѐ ца́рь данїи́лꙋ: бг҃ъ тво́й, є҆мꙋ́же ты̀ слꙋ́жиши прⷭ҇нѡ, то́й и҆зба́витъ тѧ̀. |
| 17ἀναβοήσας δὲ Δαρεῖος ὁ βασιλεὺς εἶπε τῷ Δανιηλ Ὁ θεός σου, ᾧ σὺ λατρεύεις ἐνδελεχῶς τρὶς τῆς ἡμέρας, αὐτὸς ἐξελεῖταί σε ἐκ χειρὸς τῶν λεόντων· ἕως πρωῒ θάρρει. | 17И҆ принесо́ша ка́мень є҆ди́нъ и҆ возложи́ша на ᲂу҆́стїе рва̀, и҆ запеча́та ца́рь пе́рстнемъ свои́мъ и҆ пе́рстнемъ вельмо́жъ свои́хъ, да не и҆змѣни́тсѧ дѣѧ́нїе ѡ҆ данїи́лѣ. |
| 18τότε Δανιηλ ἐρρίφη εἰς τὸν λάκκον τῶν λεόντων, καὶ ἠνέχθη λίθος καὶ ἐτέθη εἰς τὸ στόμα τοῦ λάκκου, καὶ ἐσφραγίσατο ὁ βασιλεὺς ἐν τῷ δακτυλίῳ ἑαυτοῦ καὶ ἐν τοῖς δακτυλίοις τῶν μεγιστάνων αὐτοῦ, ὅπως μὴ ἀπ᾿ αὐτῶν ἀρθῇ ὁ Δανιηλ ἢ ὁ βασιλεὺς αὐτὸν ἀνασπάσῃ ἐκ τοῦ λάκκου. | 18И҆ ѿи́де ца́рь въ до́мъ сво́й и҆ лѧ́же без̾ ве́чери, и҆ ꙗ҆́ди не внесо́ша къ немꙋ̀: и҆ со́нъ ѿстꙋпѝ ѿ негѡ̀. И҆ заключѝ бг҃ъ ᲂу҆ста̀ львѡ́мъ, и҆ не стꙋжи́ша данїи́лꙋ. |
| 19τότε ὑπέστρεψεν ὁ βασιλεὺς εἰς τὰ βασίλεια αὐτοῦ καὶ ηὐλίσθη νῆστις καὶ ἦν λυπούμενος περὶ τοῦ Δανιηλ. τότε ὁ θεὸς τοῦ Δανιηλ πρόνοιαν ποιούμενος αὐτοῦ ἀπέκλεισε τὰ στόματα τῶν λεόντων, καὶ οὐ παρηνώχλησαν τῷ Δανιηλ. | 19Тогда̀ ца́рь воста̀ заꙋ́тра на свѣ́тѣ и҆ со тща́нїемъ прїи́де ко рвꙋ̀ ле́вскꙋ. |
| 20καὶ ὁ βασιλεὺς Δαρεῖος ὤρθρισε πρωῒ καὶ παρέλαβε μεθ᾿ ἑαυτοῦ τοὺς σατράπας καὶ πορευθεὶς ἔστη ἐπὶ τοῦ στόματος τοῦ λάκκου τῶν λεόντων. | 20И҆ є҆гда̀ прибли́жисѧ ко рвꙋ̀, возопѝ гла́сомъ крѣ́пкимъ: данїи́ле, ра́бе бг҃а жива́гѡ! бг҃ъ тво́й, є҆мꙋ́же ты̀ слꙋ́жиши прⷭ҇нѡ, возмо́же ли и҆зба́вити тѧ̀ и҆з̾ ᲂу҆́стъ льво́выхъ; |
| 21τότε ὁ βασιλεὺς ἐκάλεσε τὸν Δανιηλ φωνῇ μεγάλῃ μετὰ κλαυθμοῦ λέγων Ὦ Δανιηλ, εἰ ἄρα ζῇς, καὶ ὁ θεός σου, ᾧ λατρεύεις ἐνδελεχῶς, σέσωκέ σε ἀπὸ τῶν λεόντων, καὶ οὐκ ἠχρείωκάν σε; | 21И҆ речѐ данїи́лъ царе́ви: царю̀, во вѣ́ки живѝ: |
| 22τότε Δανιηλ ἐπήκουσε φωνῇ μεγάλῃ καὶ εἶπεν Βασιλεῦ, ἔτι εἰμὶ ζῶν, | 22бг҃ъ мо́й посла̀ а҆́гг҃ла своего̀ и҆ затворѝ ᲂу҆ста̀ львѡ́въ, и҆ не вреди́ша менѐ, ꙗ҆́кѡ ѡ҆брѣ́тесѧ пред̾ ни́мъ пра́вда моѧ̀, и҆ пред̾ тобо́ю, царю̀, согрѣше́нїѧ не сотвори́хъ. |
| 23καὶ σέσωκέ με ὁ θεὸς ἀπὸ τῶν λεόντων, καθότι δικαιοσύνη ἐν ἐμοὶ εὑρέθη ἐναντίον αὐτοῦ· καὶ ἐναντίον δὲ σοῦ, βασιλεῦ, οὔτε ἄγνοια οὔτε ἁμαρτία εὑρέθη ἐν ἐμοί· σὺ δὲ ἤκουσας ἀνθρώπων πλανώντων βασιλεῖς καὶ ἔρριψάς με εἰς τὸν λάκκον τῶν λεόντων εἰς ἀπώλειαν. | 23Тогда̀ ца́рь вельмѝ возвесели́сѧ ѡ҆ не́мъ и҆ речѐ данїи́ла и҆звестѝ и҆з̾ рва̀. И҆ и҆зведе́нъ бы́сть данїи́лъ и҆з̾ рва̀, и҆ всѧ́кагѡ тлѣ́нїѧ{ и҆ ни є҆ди́нагѡ вре́да} не ѡ҆брѣ́тесѧ на не́мъ ꙗ҆́кѡ вѣ́рова въ бг҃а своего̀. |
| 24τότε συνήχθησαν πᾶσαι αἱ δυνάμεις καὶ εἶδον τὸν Δανιηλ, ὡς οὐ παρηνώχλησαν αὐτῷ οἱ λέοντες. | 24И҆ речѐ ца́рь, и҆ приведо́ша мꙋ́жы ѡ҆клевета́вшыѧ данїи́ла и҆ въ ро́въ ле́вскъ вверго́ша ѧ҆̀ и҆ сы́ны и҆́хъ и҆ жєны̀ и҆́хъ: и҆ не доидо́ша дна̀ рва̀, да́же соѡдолѣ́ша и҆̀мъ львы̀ и҆ всѧ̑ кѡ́сти и҆́хъ и҆стончи́ша. |
| 25τότε οἱ δύο ἄνθρωποι ἐκεῖνοι οἱ καταμαρτυρήσαντες τοῦ Δανιηλ, αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, ἐρρίφησαν τοῖς λέουσι, καὶ οἱ λέοντες ἀπέκτειναν αὐτοὺς καὶ ἔθλασαν τὰ ὀστᾶ αὐτῶν. | 25Тогда̀ да́рїй ца́рь написа̀ всѣ̑мъ лю́демъ, племенѡ́мъ, ꙗ҆зы́кѡмъ, живꙋ́щымъ во все́й землѝ: ми́ръ ва́мъ да ᲂу҆мно́житсѧ: |
| 26τότε Δαρεῖος ἔγραψε πᾶσι τοῖς ἔθνεσι καὶ χώραις καὶ γλώσσαις, τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ αὐτοῦ λέγων | 26ѿ лица̀ моегѡ̀ заповѣ́дасѧ за́повѣдь сїѧ̀ во все́й землѝ ца́рства моегѡ̀, да бꙋ́дꙋтъ трепе́щꙋще и҆ боѧ́щесѧ ѿ лица̀ бг҃а данїи́лова, ꙗ҆́кѡ то́й є҆́сть бг҃ъ живы́й и҆ пребыва́ѧй во вѣ́ки, и҆ црⷭ҇тво є҆гѡ̀ не разсы́плетсѧ, и҆ вла́сть є҆гѡ̀ до конца̀: |
| 27Πάντες οἱ ἄνθρωποι οἱ ὄντες ἐν τῇ βασιλείᾳ μου ἔστωσαν προσκυνοῦντες καὶ λατρεύοντες τῷ θεῷ τοῦ Δανιηλ, αὐτὸς γάρ ἐστι θεὸς μένων καὶ ζῶν εἰς γενεὰς γενεῶν ἕως τοῦ αἰῶνος· | 27под̾е́млетъ и҆ и҆збавлѧ́етъ, и҆ твори́тъ зна́мєнїѧ и҆ чꙋдеса̀ на небесѝ и҆ на землѝ, и҆́же и҆зба́ви данїи́ла ѿ ᲂу҆́стъ льво́выхъ. |
| 28ἐγὼ Δαρεῖος ἔσομαι αὐτῷ προσκυνῶν καὶ δουλεύων πάσας τὰς ἡμέρας μου, τὰ γὰρ εἴδωλα τὰ χειροποίητα οὐ δύνανται σῶσαι, ὡς ἐλυτρώσατο ὁ θεὸς τοῦ Δανιηλ τὸν Δανιηλ. | 28Данїи́лъ же ᲂу҆правлѧ́ше во ца́рствѣ да́рїевѣ и҆ во ца́рствѣ кѵ́ра пе́рсѧнина. |
| 29καὶ ὁ βασιλεὺς Δαρεῖος προσετέθη πρὸς τὸ γένος αὐτοῦ, καὶ Δανιηλ κατεστάθη ἐπὶ τῆς βασιλείας Δαρείου· καὶ Κῦρος ὁ Πέρσης παρέλαβε τὴν βασιλείαν αὐτοῦ. |