І҆исꙋ́са наѵи́на 9

Select texts:

LXX, Rahlfs
Бі́блїа. Синодальная типография, 1901
1Ὡς δ᾿ ἤκουσαν οἱ βασιλεῖς τῶν Αμορραίων οἱ ἐν τῷ πέραν τοῦ Ιορδάνου, οἱ ἐν τῇ ὀρεινῇ καὶ οἱ ἐν τῇ πεδινῇ καὶ οἱ ἐν πάσῃ τῇ παραλίᾳ τῆς θαλάσσης τῆς μεγάλης καὶ οἱ πρὸς τῷ Ἀντιλιβάνῳ, καὶ οἱ Χετταῖοι καὶ οἱ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι καὶ οἱ Ευαῖοι καὶ οἱ Αμορραῖοι καὶ οἱ Γεργεσαῖοι καὶ οἱ Ιεβουσαῖοι, 1Є҆гда́ же ᲂу҆слы́шаша всѝ ца́рїе а҆морре́йстїи, и҆̀же ѡ҆б̾ ѻ҆нꙋ̀ странꙋ̀ і҆ѻрда́на, и҆̀же въ го́рнѣй и҆ и҆̀же въ ра́внѣй, и҆ и҆̀же во все́мъ примо́рїи мо́рѧ вели́кагѡ и҆ и҆̀же при а҆нтїлїва́нѣ, и҆ хеттє́и и҆ а҆моррє́и, и҆ гергесє́и и҆ хананє́и, и҆ ферезє́и и҆ є҆ѵє́и и҆ і҆евꙋсє́и,
2συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι Ἰησοῦν καὶ Ισραηλ ἅμα πάντες. 2a Τότε ᾠκοδόμησεν Ἰησοῦς θυσιαστήριον κυρίῳ τῷ θεῷ Ισραηλ ἐν ὄρει Γαιβαλ, 2b καθότι ἐνετείλατο Μωϋσῆς θεράπων κυρίου τοῖς υἱοῖς Ισραηλ, καθὰ γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ, θυσιαστήριον λίθων ὁλοκλήρων, ἐφ᾿ οὓς οὐκ ἐπεβλήθη σίδηρος, καὶ ἀνεβίβασεν ἐκεῖ ὁλοκαυτώματα κυρίῳ καὶ θυσίαν σωτηρίου. 2c καὶ ἔγραψεν Ἰησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον, νόμον Μωυσῆ, ὃν ἔγραψεν ἐνώπιον υἱῶν Ισραηλ. 2d καὶ πᾶς Ισραηλ καὶ οἱ πρεσβύτεροι αὐτῶν καὶ οἱ δικασταὶ καὶ οἱ γραμματεῖς αὐτῶν παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἦραν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου, καὶ προσήλυτος καὶ αὐτόχθων, οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζιν, καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαιβαλ, καθότι ἐνετείλατο Μωϋσῆς θεράπων κυρίου εὐλογῆσαι τὸν λαὸν ἐν πρώτοις. 2e καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω Ἰησοῦς πάντα τὰ ῥήματα τοῦ νόμου τούτου, τὰς εὐλογίας καὶ τὰς κατάρας, κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ· 2f οὐκ ἦν ῥῆμα ἀπὸ πάντων, ὧν ἐνετείλατο Μωϋσῆς τῷ Ἰησοῖ, οὐκ ἀνέγνω Ἰησοῦς εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν Ισραηλ, τοῖς ἀνδράσιν καὶ ταῖς γυναιξὶν καὶ τοῖς παιδίοις καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ Ισραηλ. 2снидо́шасѧ вкꙋ́пѣ сѣщи́сѧ со і҆исꙋ́сомъ и҆ со і҆и҃лемъ є҆диномы́сленнѡ.
3Καὶ οἱ κατοικοῦντες Γαβαων ἤκουσαν πάντα, ὅσα ἐποίησεν κύριος τῇ Ιεριχω καὶ τῇ Γαι. 3И҆ живꙋ́щїи въ хо́лмѣ въ гаваѡ́нѣ слы́шаша всѧ̑, є҆ли̑ка сотворѝ гдⷭ҇ь і҆ерїхѡ́нꙋ и҆ га́ю,
4καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τῶν ὄνων αὐτῶν καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατερρωγότας ἀποδεδεμένους, 4и҆ сотвори́ша и҆ сі́и съ лꙋка́вствомъ, и҆ ше́дше ᲂу҆гото́ваша бра̑шна и҆ ᲂу҆гото́вашасѧ: и҆ взе́мше врє́тища вє́тха на ѻ҆слы̀ своѧ̑, и҆ мѣ́хи вїна̀ вє́тхи и҆ разсѣ́дшыѧсѧ завѧ̑заны:
5καὶ τὰ κοῖλα τῶν ὑποδημάτων αὐτῶν καὶ τὰ σανδάλια αὐτῶν παλαιὰ καὶ καταπεπελματωμένα ἐν τοῖς ποσὶν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτῶν πεπαλαιωμένα ἐπάνω αὐτῶν, καὶ ἄρτος αὐτῶν τοῦ ἐπισιτισμοῦ ξηρὸς καὶ εὐρωτιῶν καὶ βεβρωμένος. 5и҆ сапогѝ вє́тхи и҆ запла́чєны на ногꙋ̀ и҆́хъ, и҆ ри̑зы ѡ҆бвєтша́ны на ни́хъ, и҆ хлѣ́бы бра́шна и҆́хъ бѣ́ша пресо́хли и҆ сплѣ́снѣли и҆ сдро́блени.
6καὶ ἤλθοσαν πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ισραηλ εἰς Γαλγαλα καὶ εἶπαν πρὸς Ἰησοῦν καὶ Ισραηλ Ἐκ γῆς μακρόθεν ἥκαμεν, καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην. 6И҆ прїидо́ша ко і҆исꙋ́сꙋ въ по́лкъ і҆и҃левъ въ галга́лы, и҆ реко́ша ко і҆исꙋ́сꙋ и҆ всемꙋ̀ і҆и҃лю: ѿ землѝ да́льнїѧ прїидо́хомъ, и҆ нн҃ѣ завѣща́йте на́мъ завѣ́тъ.
7καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς τὸν Χορραῖον Ὅρα μὴ ἐν ἐμοὶ κατοικεῖς, καὶ πῶς σοι διαθῶμαι διαθήκην; 7И҆ реко́ша сы́нове і҆и҃лєвы къ хорре́ю: ви́ждь, не посредѣ́ ли на́съ живе́ши, и҆ ка́кѡ тебѣ̀ завѣща́ю завѣ́тъ;
8καὶ εἶπαν πρὸς Ἰησοῦν Οἰκέται σού ἐσμεν. καὶ εἶπεν πρὸς αὐτοὺς Ἰησοῦς Πόθεν ἐστὲ καὶ πόθεν παραγεγόνατε; 8И҆ реко́ша ко і҆исꙋ́сꙋ: рабѝ є҆смы̀ твоѝ. И҆ речѐ къ ни̑мъ і҆исꙋ́съ: ѿкꙋ́дꙋ є҆стѐ; и҆ ѿкꙋ́дꙋ прїидо́сте;
9καὶ εἶπαν Ἐκ γῆς μακρόθεν σφόδρα ἥκασιν οἱ παῖδές σου ἐν ὀνόματι κυρίου τοῦ θεοῦ σου· ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτοῦ καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτῳ 9И҆ реко́ша къ немꙋ̀: ѿ да́льнїѧ землѝ ѕѣлѡ̀ прїидо́хомъ рабѝ твоѝ во и҆́мѧ гдⷭ҇а бг҃а твоегѡ̀: слы́шахомъ бо и҆́мѧ є҆гѡ̀ и҆ всѧ̑, є҆ли̑ка сотворѝ во є҆гѵ́птѣ,
10καὶ ὅσα ἐποίησεν τοῖς βασιλεῦσιν τῶν Αμορραίων, οἳ ἦσαν πέραν τοῦ Ιορδάνου, τῷ Σηων βασιλεῖ Εσεβων καὶ τῷ Ωγ βασιλεῖ τῆς Βασαν, ὃς κατῴκει ἐν Ασταρωθ καὶ ἐν Εδραιν. 10и҆ всѧ̑, є҆ли̑ка сотворѝ двои́мъ царє́мъ а҆моррє́йскимъ, и҆̀же бы́ша ѡ҆б̾ ѻ҆нꙋ̀ странꙋ̀ і҆ѻрда́на, сиѡ́нꙋ царю̀ є҆севѡ́нскꙋ и҆ ѡ҆́гꙋ царю̀ васа́нскꙋ, и҆́же живѧ́ше во а҆старѡ́ѳѣ и҆ во є҆драі́нѣ.
11καὶ ἀκούσαντες εἶπαν πρὸς ἡμᾶς οἱ πρεσβύτεροι ἡμῶν καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ἡμῶν λέγοντες Λάβετε ἑαυτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν καὶ πορεύθητε εἰς συνάντησιν αὐτῶν καὶ ἐρεῖτε πρὸς αὐτούς Οἰκέται σού ἐσμεν, καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην. 11И҆ слы́шавше реко́ша къ на́мъ ста́рцы на́ши и҆ всѝ живꙋ́щїи на землѝ на́шей, глаго́люще: возми́те себѣ̀ бра́шно на пꙋ́ть и҆ и҆ди́те проти́вꙋ и҆̀мъ, и҆ рцы́те къ ни̑мъ: рабѝ є҆смы̀ ва́ши, и҆ нн҃ѣ завѣща́йте на́мъ завѣ́тъ:
12οὗτοι οἱ ἄρτοι, θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ, ἐξήλθομεν παραγενέσθαι πρὸς ὑμᾶς, νῦν δὲ ἐξηράνθησαν καὶ γεγόνασιν βεβρωμένοι· 12сі́и хлѣ́бы на́ши, тє́плыѧ на пꙋ́ть взѧ́хомъ и҆̀хъ ѿ домѡ́въ на́шихъ, во́ньже де́нь и҆зыдо́хомъ прїитѝ къ ва́мъ: нн҃ѣ же пресхо́ша и҆ бы́ша содро́блени:
13καὶ οὗτοι οἱ ἀσκοὶ τοῦ οἴνου, οὓς ἐπλήσαμεν καινούς, καὶ οὗτοι ἐρρώγασιν· καὶ τὰ ἱμάτια ἡμῶν καὶ τὰ ὑποδήματα ἡμῶν πεπαλαίωται ἀπὸ τῆς πολλῆς ὁδοῦ σφόδρα. 13и҆ сі́и мѣ́си вїна̀, и҆̀хже налїѧ́хомъ нѡ́вы, и҆ сі́и разсѣдо́шасѧ: и҆ ри̑зы на́шѧ сїѧ̑ и҆ ѡ҆бꙋ̑вища на̑ша ѡ҆бетша́ша ѿ до́лгагѡ пꙋтѝ ѕѣлѡ̀.
14καὶ ἔλαβον οἱ ἄρχοντες τοῦ ἐπισιτισμοῦ αὐτῶν καὶ κύριον οὐκ ἐπηρώτησαν. 14И҆ взѧ́ша кнѧ̑зи бра́шно и҆́хъ, а҆ гдⷭ҇а не вопроси́ша.
15καὶ ἐποίησεν Ἰησοῦς πρὸς αὐτοὺς εἰρήνην καὶ διέθετο πρὸς αὐτοὺς διαθήκην τοῦ διασῶσαι αὐτούς, καὶ ὤμοσαν αὐτοῖς οἱ ἄρχοντες τῆς συναγωγῆς.– 15И҆ сотворѝ і҆исꙋ́съ съ ни́ми ми́ръ, и҆ ᲂу҆ста́ви къ ни̑мъ завѣ́тъ, є҆́же снабдѣ́ти и҆̀хъ: и҆ клѧ́шасѧ и҆̀мъ кнѧ̑зи со́нма.
16καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην ἤκουσαν ὅτι ἐγγύθεν αὐτῶν εἰσιν, καὶ ὅτι ἐν αὐτοῖς κατοικοῦσιν. 16И҆ бы́сть по трїе́хъ дне́хъ по завѣща́нїи къ ни̑мъ завѣ́та, ᲂу҆слы́шаша, ꙗ҆́кѡ бли́з̾ и҆́хъ сꙋ́ть и҆ ꙗ҆́кѡ посредѣ̀ и҆́хъ живꙋ́тъ.
17καὶ ἀπῆραν οἱ υἱοὶ Ισραηλ καὶ ἦλθον εἰς τὰς πόλεις αὐτῶν· αἱ δὲ πόλεις αὐτῶν Γαβαων καὶ Κεφιρα καὶ Βηρωθ καὶ πόλις Ιαριν. 17И҆ воста́ша сы́нове і҆и҃лєвы и҆ внидо́ша во гра́ды и҆́хъ въ тре́тїй де́нь: гра́ди же и҆́хъ( бѧ́хꙋ) гаваѡ́нъ и҆ кефїра̀, и҆ вирѡ́тъ и҆ гра́дъ і҆арі́мъ.
18καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ Ισραηλ, ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες κύριον τὸν θεὸν Ισραηλ· καὶ διεγόγγυσαν πᾶσα συναγωγὴ ἐπὶ τοῖς ἄρχουσιν. 18И҆ не сотвори́ша съ ни́ми ра́ти( і҆исꙋ́съ и҆) сы́нове і҆и҃лєвы, ꙗ҆́кѡ клѧ́шасѧ и҆̀мъ всѝ кнѧ̑зи со́нма гдⷭ҇емъ бг҃омъ і҆и҃левымъ. И҆ ропта́ша ве́сь со́нмъ і҆и҃левъ на кнѧзе́й.
19καὶ εἶπαν οἱ ἄρχοντες πάσῃ τῇ συναγωγῇ Ἡμεῖς ὠμόσαμεν αὐτοῖς κύριον τὸν θεὸν Ισραηλ καὶ νῦν οὐ δυνησόμεθα ἅψασθαι αὐτῶν· 19И҆ реко́ша всѝ кнѧ̑зи всемꙋ̀ со́нмꙋ: мы̀ клѧ́хомсѧ и҆̀мъ гдⷭ҇емъ бг҃омъ і҆и҃левымъ, и҆ нн҃ѣ не возмо́жемъ коснꙋ́тисѧ и҆́хъ:
20τοῦτο ποιήσομεν, ζωγρῆσαι αὐτούς, καὶ περιποιησόμεθα αὐτούς, καὶ οὐκ ἔσται καθ᾿ ἡμῶν ὀργὴ διὰ τὸν ὅρκον, ὃν ὠμόσαμεν αὐτοῖς· 20сїѐ сотвори́мъ и҆̀мъ, є҆́же живи́ти и҆̀хъ, и҆ снабди́мъ и҆̀хъ, и҆ не бꙋ́детъ на на́съ гнѣ́ва клѧ́твы ра́ди, є҆́юже клѧ́хомсѧ и҆̀мъ.
21ζήσονται καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάσῃ τῇ συναγωγῇ, καθάπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες. 21И҆ реко́ша и҆̀мъ кнѧ̑зи: да живꙋ́тъ сі́и, и҆ бꙋ́дꙋтъ древосѣ́чцы и҆ водоно́сцы всемꙋ̀ со́нмꙋ. И҆ сотворѝ ве́сь со́нмъ, ꙗ҆́коже реко́ша и҆̀мъ кнѧ̑зи.
22καὶ συνεκάλεσεν αὐτοὺς Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Διὰ τί παρελογίσασθέ με λέγοντες Μακρὰν ἀπὸ σοῦ ἐσμεν σφόδρα; ὑμεῖς δὲ ἐγχώριοί ἐστε τῶν κατοικούντων ἐν ἡμῖν· 22И҆ созва̀ и҆̀хъ і҆исꙋ́съ и҆ речѐ и҆̀мъ, глаго́лѧ: почто̀ прельсти́сте мѧ̀, глаго́люще: дале́че є҆смы̀ ѿ тебє̀ ѕѣлѡ̀; вы́ же насе́льницы є҆стѐ ѿ живꙋ́щихъ въ на́съ:
23καὶ νῦν ἐπικατάρατοί ἐστε, οὐ μὴ ἐκλίπῃ ἐξ ὑμῶν δοῦλος οὐδὲ ξυλοκόπος ἐμοὶ καὶ τῷ θεῷ μου. 23и҆ нн҃ѣ про́клѧти є҆стѐ: и҆ не ѡ҆скꙋдѣ́етъ ѿ ва́съ ра́бъ, нижѐ древосѣ́чецъ, нижѐ водоно́сецъ мнѣ̀ и҆ бг҃ꙋ моемꙋ̀.
24καὶ ἀπεκρίθησαν τῷ Ἰησοῖ λέγοντες Ἀνηγγέλη ἡμῖν ὅσα συνέταξεν κύριος θεός σου Μωυσῇ τῷ παιδὶ αὐτοῦ, δοῦναι ὑμῖν τὴν γῆν ταύτην καὶ ἐξολεθρεῦσαι ἡμᾶς καὶ πάντας τοὺς κατοικοῦντας ἐπ᾿ αὐτῆς ἀπὸ προσώπου ὑμῶν, καὶ ἐφοβήθημεν σφόδρα περὶ τῶν ψυχῶν ἡμῶν ἀπὸ προσώπου ὑμῶν καὶ ἐποιήσαμεν τὸ πρᾶγμα τοῦτο. 24И҆ ѿвѣща́ша і҆исꙋ́сꙋ, глаго́люще: поне́же возвѣсти́сѧ на́мъ( рабѡ́мъ твои̑мъ) , є҆ли̑ка заповѣ́да гдⷭ҇ь бг҃ъ тво́й мѡѷсе́ю рабꙋ̀ своемꙋ̀, да́ти ва́мъ зе́млю сїю̀ и҆ потреби́ти на́съ и҆ всѧ̑ живꙋ́щыѧ на не́й ѿ лица̀ ва́шегѡ, сегѡ̀ ра́ди ᲂу҆боѧ́хомсѧ ѕѣлѡ̀ ѡ҆ дꙋша́хъ на́шихъ ѿ лица̀ ва́шегѡ, и҆ сотвори́хомъ дѣ́ло сїѐ:
25καὶ νῦν ἰδοὺ ἡμεῖς ὑποχείριοι ὑμῖν· ὡς ἀρέσκει ὑμῖν καὶ ὡς δοκεῖ ὑμῖν, ποιήσατε ἡμῖν. 25и҆ нн҃ѣ, сѐ, мы̀ подрꙋ́чни ва́мъ, ꙗ҆́коже ᲂу҆го́дно є҆́сть ва́мъ, и҆ ꙗ҆́коже ва́мъ мни́тсѧ, твори́те на́мъ.
26καὶ ἐποίησαν αὐτοῖς οὕτως· καὶ ἐξείλατο αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν Ισραηλ, καὶ οὐκ ἀνεῖλον αὐτούς. 26И҆ сотвори́ша и҆̀мъ си́це: и҆ и҆зба́ви ѧ҆̀ і҆исꙋ́съ въ то́й де́нь ѿ рꙋкꙋ̀ сынѡ́въ і҆и҃левыхъ, и҆ не ᲂу҆би́ша и҆̀хъ.
27καὶ κατέστησεν αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ θεοῦ· διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαων ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ θεοῦ ἕως τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν τόπον, ὃν ἐὰν ἐκλέξηται κύριος. 27И҆ поста́ви ѧ҆̀ і҆исꙋ́съ въ то́й де́нь древосѣ́чцы и҆ водоно́сцы всемꙋ̀ со́нмꙋ и҆ ѻ҆лтарю̀ бж҃їю. Сегѡ̀ ра́ди бы́ша живꙋ́щїи въ гаваѡ́нѣ древосѣ́чцы и҆ водоно́сцы ѻ҆лтарю̀ бж҃їю, да́же до дне́шнѧгѡ днѐ, и҆ на мѣ́стѣ є҆́же а҆́ще и҆збере́тъ гдⷭ҇ь.
Перейти к зачалу
Statistic
Всего токенов:

Frequencies wordforms

Statistic wordforms