Заха́рїа 2
Select texts:
|
LXX, Rahlfs
|
Бі́блїа. Синодальная типография, 1901
|
| 1Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα κέρατα. | 1И҆ возведо́хъ ѻ҆́чи моѝ и҆ ви́дѣхъ, и҆ сѐ, мꙋ́жъ, и҆ въ рꙋцѣ̀ є҆гѡ̀ ᲂу҆́же землемѣ́рно. |
| 2καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστιν ταῦτα, κύριε; καὶ εἶπεν πρός με Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ. | 2И҆ рѣ́хъ къ немꙋ̀: ка́мѡ грѧде́ши ты̀; И҆ речѐ ко мнѣ̀: размѣ́рити і҆ерⷭ҇ли́ма, є҆́же ви́дѣти, коли́ка широта̀ є҆гѡ̀ є҆́сть и҆ коли́ка долгота̀. |
| 3καὶ ἔδειξέν μοι κύριος τέσσαρας τέκτονας. | 3И҆ сѐ, а҆́гг҃лъ глаго́лѧй во мнѣ̀ стоѧ́ше, и҆ и҆́нъ а҆́гг҃лъ и҆схожда́ше во срѣ́тенїе є҆мꙋ̀ |
| 4καὶ εἶπα Τί οὗτοι ἔρχονται ποιῆσαι; καὶ εἶπεν πρός με Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ἦρεν κεφαλήν· καὶ εἰσῆλθον οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσσαρα κέρατα τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν κυρίου τοῦ διασκορπίσαι αὐτήν. | 4и҆ речѐ къ немꙋ̀ глаго́лѧ: тецы̀ и҆ рцы̀ къ ю҆́ноши ѻ҆́номꙋ глаго́лѧ: плодови́тѡ насели́тсѧ і҆ерⷭ҇ли́мъ ѿ мно́жества человѣ́кѡвъ и҆ скотѡ́въ, и҆̀же посредѣ̀ є҆гѡ̀: |
| 5Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν. | 5и҆ а҆́зъ бꙋ́дꙋ є҆мꙋ̀, гл҃етъ гдⷭ҇ь, стѣна̀ ѻ҆́гнена ѡ҆́крестъ и҆ въ сла́вꙋ бꙋ́дꙋ посредѣ̀ є҆гѡ̀. |
| 6καὶ εἶπα πρὸς αὐτόν Ποῦ σὺ πορεύῃ; καὶ εἶπεν πρός με Διαμετρῆσαι τὴν Ιερουσαλημ τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστιν καὶ πηλίκον τὸ μῆκος. | 6Ѽ, ѽ, бѣжи́те ѿ землѝ сѣ́верныѧ, гл҃етъ гдⷭ҇ь, занѐ ѿ четы́рехъ вѣ́трѡвъ небе́сныхъ соберꙋ̀ вы̀, гл҃етъ гдⷭ҇ь: |
| 7καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱστήκει, καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ | 7въ сїѡ́нъ спаса́йтесѧ, живꙋ́щїи во дще́ри вавѷлѡ́нстѣй. |
| 8καὶ εἶπεν πρὸς αὐτὸν λέγων Δράμε καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον λέγων Κατακάρπως κατοικηθήσεται Ιερουσαλημ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς· | 8Занѐ си́це гл҃етъ гдⷭ҇ь вседержи́тель: в̾слѣ́дъ сла́вы посла̀ мѧ̀ на ꙗ҆зы́ки плѣни́вшыѧ ва́съ, занѐ каса́ѧйсѧ ва́съ ꙗ҆́кѡ каса́ѧйсѧ въ зѣ́ницꙋ ѻ҆́ка є҆гѡ̀: |
| 9καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει κύριος, τεῖχος πυρὸς κυκλόθεν καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς. | 9занѐ, сѐ, а҆́зъ наношꙋ̀ рꙋ́кꙋ мою̀ на нѧ̀, и҆ бꙋ́дꙋтъ коры́сть рабо́тающымъ и҆̀мъ, и҆ ᲂу҆разꙋмѣ́ете, ꙗ҆́кѡ гдⷭ҇ь вседержи́тель посла́ мѧ. |
| 10ὦ ὦ φεύγετε ἀπὸ γῆς βορρᾶ, λέγει κύριος, διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει κύριος· | 10Красꙋ́йсѧ и҆ весели́сѧ, дщѝ сїѡ́нѧ, занѐ, сѐ, а҆́зъ грѧдꙋ̀ и҆ вселю́сѧ посредѣ̀ тебє̀, гл҃етъ гдⷭ҇ь. |
| 11εἰς Σιων ἀνασῴζεσθε, οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος. | 11И҆ прибѣ́гнꙋтъ ꙗ҆зы́цы мно́зи ко гдⷭ҇ꙋ въ то́й де́нь и҆ бꙋ́дꙋтъ є҆мꙋ̀ въ лю́ди и҆ вселѧ́тсѧ посредѣ̀ тебє̀, и҆ ᲂу҆разꙋмѣ́еши, ꙗ҆́кѡ гдⷭ҇ь вседержи́тель посла́ мѧ къ тебѣ̀. |
| 12διότι τάδε λέγει κύριος παντοκράτωρ Ὀπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς, διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ· | 12И҆ наслѣ́дитъ гдⷭ҇ь і҆ꙋ́дꙋ, ᲂу҆ча́стїе своѐ на землѝ ст҃ѣ́й, и҆ и҆збере́тъ є҆щѐ і҆ерⷭ҇ли́ма. |
| 13διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ᾿ αὐτούς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς, καὶ γνώσεσθε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με. | 13Да благоговѣ́етъ всѧ́ка пло́ть ѿ лица̀ гдⷭ҇нѧ, ꙗ҆́кѡ воста̀ и҆з̾ ѡ҆́блакъ ст҃ы́хъ свои́хъ. |
| 14τέρπου καὶ εὐφραίνου, θύγατερ Σιων, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. | |
| 15καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαὸν καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ. | |
| 16καὶ κατακληρονομήσει κύριος τὸν Ιουδαν τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν καὶ αἱρετιεῖ ἔτι τὴν Ιερουσαλημ. | |
| 17εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου κυρίου, διότι ἐξεγήγερται ἐκ νεφελῶν ἁγίων αὐτοῦ. |