Є҆кклесїа́ст 6

Select texts:

LXX, Rahlfs
Бі́блїа. Синодальная типография, 1901
1Ἔστιν πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, καὶ πολλή ἐστιν ἐπὶ τὸν ἄνθρωπον· 1Є҆́сть лꙋка́вствїе, є҆́же ви́дѣхъ под̾ со́лнцемъ, и҆ мно́го є҆́сть над̾ человѣ́комъ:
2ἀνήρ, δώσει αὐτῷ θεὸς πλοῦτον καὶ ὑπάρχοντα καὶ δόξαν, καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ ἀπὸ πάντων, ὧν ἐπιθυμήσει, καὶ οὐκ ἐξουσιάσει αὐτῷ θεὸς τοῦ φαγεῖν ἀπ᾿ αὐτοῦ, ὅτι ἀνὴρ ξένος φάγεται αὐτόν· τοῦτο ματαιότης καὶ ἀρρωστία πονηρά ἐστιν. 2мꙋ́жъ, є҆мꙋ́же да́стъ бг҃ъ бога́тство и҆ и҆мѣ́нїе и҆ сла́вꙋ, и҆ нѣ́сть лиша́ѧй дꙋшѝ свое́й ѿ всѣ́хъ, и҆́хже вожделѣ́етъ, и҆ не да́стъ є҆мꙋ̀ бг҃ъ вла́сти ѿ негѡ̀ ꙗ҆́сти, ꙗ҆́кѡ чꙋ́ждь мꙋ́жъ ꙗ҆́сти и҆́мать ѿ негѡ̀. И҆ сїѐ сꙋета̀ и҆ недꙋ́гъ ѕо́лъ є҆́сть.
3ἐὰν γεννήσῃ ἀνὴρ ἑκατὸν καὶ ἔτη πολλὰ ζήσεται, καὶ πλῆθος τι ἔσονται ἡμέραι ἐτῶν αὐτοῦ, καὶ ψυχὴ αὐτοῦ οὐκ ἐμπλησθήσεται ἀπὸ τῆς ἀγαθωσύνης, καί γε ταφὴ οὐκ ἐγένετο αὐτῷ, εἶπα Ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα, 3А҆́ще роди́тъ мꙋ́жъ сто̀( ча̑дъ) и҆ лѣ̑та мнѡ́га поживе́тъ, и҆ мно́зи бꙋ́дꙋтъ дні́е лѣ́тъ є҆гѡ̀, и҆ дꙋша̀ є҆гѡ̀ не насы́титсѧ ѿ благосты́ни, и҆ погребе́нїѧ не бы́сть є҆мꙋ̀, рѣ́хъ: бла́гъ па́че є҆гѡ̀ и҆́звергъ,
4ὅτι ἐν ματαιότητι ἦλθεν καὶ ἐν σκότει πορεύεται, καὶ ἐν σκότει ὄνομα αὐτοῦ καλυφθήσεται, 4ꙗ҆́кѡ въ сꙋетѣ̀ прїи́де и҆ во тьмꙋ̀ и҆́детъ, и҆ во тьмѣ̀ и҆́мѧ є҆гѡ̀ покры́етсѧ:
5καί γε ἥλιον οὐκ εἶδεν καὶ οὐκ ἔγνω, ἀνάπαυσις τούτῳ ὑπὲρ τοῦτον. 5и҆ со́лнца не ви́дѣ, нижѐ разꙋмѣ̀, поко́й семꙋ̀ па́че тогѡ̀:
6καὶ εἰ ἔζησεν χιλίων ἐτῶν καθόδους καὶ ἀγαθωσύνην οὐκ εἶδεν, μὴ οὐκ εἰς τόπον ἕνα τὰ πάντα πορεύεται; 6и҆ поживѐ ты́сѧщꙋ лѣ́тъ сꙋгꙋ́бѡ, и҆ благосты́ни не ви́дѣ: є҆да̀ не во є҆ди́но мѣ́сто всѧ̑ и҆́дꙋтъ;
7Πᾶς μόχθος τοῦ ἀνθρώπου εἰς στόμα αὐτοῦ, καί γε ψυχὴ οὐ πληρωθήσεται. 7Ве́сь трꙋ́дъ человѣ́чь во ᲂу҆ста̀ є҆гѡ̀, и҆ дꙋша̀ є҆гѡ̀ не и҆спо́лнитсѧ.
8ὅτι τίς περισσεία τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα; διότι πένης οἶδεν πορευθῆναι κατέναντι τῆς ζωῆς. 8Ꙗ҆́кѡ ко́е и҆з̾ѻби́лїе( человѣ́кꙋ) мꙋ́дромꙋ па́че безꙋ́мнагѡ; поне́же ни́щь позна̀ ходи́ти проти́вꙋ живота̀.
9ἀγαθὸν ὅραμα ὀφθαλμῶν ὑπὲρ πορευόμενον ψυχῇ. καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. 9Бла́го видѣ́нїе ѻ҆́чїю па́че ходѧ́щагѡ дꙋше́ю. И҆ сѐ сꙋ́етствїе и҆ произволе́нїе дꙋ́ха.
10Εἴ τι ἐγένετο, ἤδη κέκληται ὄνομα αὐτοῦ, καὶ ἐγνώσθη ἐστιν ἄνθρωπος, καὶ οὐ δυνήσεται τοῦ κριθῆναι μετὰ τοῦ ἰσχυροῦ ὑπὲρ αὐτόν· 10А҆́ще что̀ бы́сть, ᲂу҆жѐ и҆менова́сѧ и҆́мѧ є҆гѡ̀, и҆ позна́сѧ, є҆́же є҆́сть человѣ́къ и҆ не возмо́жетъ сꙋди́тисѧ съ крѣпча́йшимъ па́че себє̀:
11ὅτι εἰσὶν λόγοι πολλοὶ πληθύνοντες ματαιότητα. τί περισσὸν τῷ ἀνθρώπῳ; 11ꙗ҆́кѡ сꙋ́ть словеса̀ мнѡ́га ᲂу҆множа̑ющаѧ сꙋетꙋ̀.
12ὅτι τίς οἶδεν τί ἀγαθὸν τῷ ἀνθρώπῳ ἐν τῇ ζωῇ ἀριθμὸν ἡμερῶν ζωῆς ματαιότητος αὐτοῦ; καὶ ἐποίησεν αὐτὰς ἐν σκιᾷ· ὅτι τίς ἀπαγγελεῖ τῷ ἀνθρώπῳ τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον;
Перейти к зачалу
Statistic
Всего токенов:

Frequencies wordforms

Statistic wordforms