Ἀκολουθία εἰς Ἐξομολογουμένους / Греческий порядок исповедания
The Greek text
|
1Ἀκολουθία εἰς Ἐξομολογουμένους |
2ὁ Ἱερεύς· |
3Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε· νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
4Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
5ὁ Χορός· |
6Κύριε ἐλέησον. |
7Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας. |
8Ὑπὲρ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν, συγχωρήσεως τῶν πλημμελημάτων τοῦ δούλου τῷ Θεοῦ( τοῦ δεῖνος) , καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον, τοῦ Κυρίου δεηθῶμεν. |
9Ὅπως Κύριος ὁ Θεὸς δωρήσηται αὐτῷ ἄφεσιν ἁμαρτιῶν, καὶ καιρὸν μετανοίας, τοῦ Κυρίου δεηθῶμεν. |
10Ὑπὲρ τοῦ ῥυσθῆναι αὐτόν τε καὶ ἡμᾶς. |
11Ἀντιλαβοῦ, σῶσον, ἐλέησον. Tῆς Παναγίας, ἀχράντου. |
12Ὅτι πρέπει σοι πᾶσα δόξα. |
13Εἶτα λέγει ὁ Ἱερεύς τὴν παροῦσαν Εὐχήν. |
14Τοῦ Κυρίου δεηθῶμεν. |
15Κύριε Ἰησοῦ Χριστὲ, Υἱέ τοῦ Θεοῦ τοῦ ζῶντος, ποιμὴν καὶ ἀμνὲ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ τὸ δάνειον χαρισάμενος τοῖς δυσὶ χρεωφειλέταις, καὶ τῇ ἁμαρτωλῷ δοὺς ἄφεσιν ἁμαρτιῶν αὐτῆς· αὐτὸς, Δέσποτα, ἄνες, ἄφες, συγχώρησον τὰς ἁμαρτίας, τὰς ἀνομίας, τὰ πλημμελήματα, τὰ ἑκούσια, καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει, τὰ ἐν ἀγνοίᾳ, τὰ ἐν παραβάσει καὶ παρακοῇ γενόμενα παρὰ τῶν δούλων σου τούτων. |
16Καὶ εἴτι, ὡς ἄνθρωποι σάρκα φοροῦντες, καὶ τὸν κόσμον οἰκοῦντες, ἐκ τοῦ Διαβόλου ἐπλανήθησαν, εἴτε ἐν λόγῳ, εἴτε ἐν ἔργῳ, εἴτε ἐν γνώσει, εἴτε ἐν ἀγνοίᾳ, εἴτε λόγον Ἱερέως κατεπάτησαν, ἡ ὑπὸ κατάραν Ἱερέως ἐγένοντο, εἴτε τῷ ἰδίῳ ἀναθέματε ὑπέπεσον, ἢ ὅρκῳ ὑπήχθησαν, αὐτὸς, ὡς ἀγαθὸς καὶ ἀμνησίκακος Δεσπότης, τούτους τοὺς δούλους σου λόγῳ λυθῆναι εὐδόκησον, συγχωρῶν αὐτοῖς καὶ τὸ ἴδιον ἀνάθεμα, καὶ τὸν ὅρκον, κατὰ τὸ μέγα σου ἔλεος. |
17Ναὶ, Δέσποτα φιλάνθρωπε Κύριε, ἐπάκουσον ἡμῶν δεομένων τῆς σῆς ἀγαθότητος ὑπὲρ τῶν δούλων σου τούτῶν, καὶ πάρίδε ὡς πολυέλεος τὰ πταίσματα αὐτῶν ἅπαντα· ἀπάλλαξον αὐτοὺς τῆς αἰωνίου κολάσεως· σὺ γὰρ εἶπας Δέσποτα· Ὅσα ἄν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. |
18Ὅτι σὺ εἶ μόνος ἀναμάρτητος, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν. κτλ. |
19Καὶ ψάλλει τὸ, Τρισάγιον· τὸ, |
20Δεῦτε προσκυνήσωμέν καὶ τὸν Νʹ Ψαλμόν. Εἶτα τὰ παρόντα Τροπάρια. |
21ἦχος πλ. βʹ. |
22Ἐλέησον ἡμᾶς. Δόξα, Κύριε ἐλέησον ἡμᾶς. Καὶ νῦν, Τῆς εὐσπλαγχνίας τὴν πύλην. Τὸ Κύριε ἐλέησον |
23ὁ δὲ ἐξομολογούμενος λέγει· |
24Ἥμαρτον Κύριε, συγχώρησόν μοι. Καὶ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. |
25ὁ Ἱερεύς· |
26Τοῦ Κυρίου δεηθῶμεν. |
27Ὁ Θεὸς, ὁ Σωτὴρ ἡμῶν, ὁ διὰ τοῦ Προφήτου σου Νάθαν μετανοήσαντι τῷ Δαυῖδ ἐπὶ τοῖς ἰδίοις πλημμελήμασιν ἄφεσιν δωρησάμενος, καὶ τοῦ Μανασσῆ τὴν ἐπὶ μετάνοιαν προσευχὴν δεξάμενος· αὐτὸς, καὶ τὸν δοῦλόν σου( τὸν δεῖνα) μετανοοῦντα, ἐφʼ οἷς ἔπραξε πλημμελήμασι, πρόσδεξαι τῇ συνήθει σου φιλανθρωπίᾳ, παρορῶν πάντα τὰ αὐτῷ πεπραγμένα, ὁ ἀφιεὶς ἀδικίας, καὶ ὑπερβαίνων ἀνομίας. |
28Σὺ γὰρ εἶπας Κύριε· Οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· καὶ ὡς ἑβδομηκοντάκις ἑπτὰ ἀφιέναι τὰ ἁμαρτήματα. Ἐπεὶ, ὡς ἡ μεγαλωσύνη σου ἀνείκαστος, καὶ τὸ ἐλεός σου ἀμέτρητον· εἰ γὰρ ἀνομίας παρατηρήσῃς, τίς ὑποστήσεται; |
29Ὅτι σὺ εἶ ὁ Θεὸς τῶν μετανοούντων, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν. κτλ. |
30Εἶτα ὁ ἐξομολογούμενος κλίνων τὰ γόνατα, καὶ ἄνω τὰς χεῖρας ἔχων, λέγει· |
31Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἐξομολογοῦμαί σοι πάντα τὰ κρυπτὰ καὶ φανερὰ τῆς καρδίας καὶ διανοίας μου, ἃ ἔπραξα ἕως τῆς σήμερον. Διὸ ἄφεσιν αἰτῶ παρὰ σοῦ τοῦ δικαίου καὶ εὐσπλάγχνου Κριτοῦ, καὶ χάριν τοῦ μηκέτι ἁμαρτάνειν. |
32Τότε ὁ Πνευματικὸς ἱλαρᾷ τῇ φωνῇ λέγει· |
33Ἀδελφὲ, δίʼ ὁ ἦλθες πρὸς τὸν Θεὸν, καὶ πρὸς ἐμὲ, μὴ αἰσχυνθῇς· οὐ γὰρ ἐμοὶ ἀναγγέλλεις, ἀλλὰ τῷ Θεῷ, ἐν ᾧ ἵσταται. |
34Καὶ ἐρωτᾷ αὐτὸν ὁ Πνευματικὸς εἰς πάντα τὰ ἁμαρτήματα· καὶ μετὰ τὸ ἐρώτῆσαι καταλεπτῶς, λέγει ταῦτα |
35Τέκνον μου πνευματικόν, ὁ τῇ ἐμῇ ταπεινότητι ἐξομολογούμενος, ἐγὼ ὁ ταπεινὸς καὶ ἁμαρτωλὸς οὐκ ἰσχύω ἀφιέναι ἁμάρτημα ἐπὶ τῆς γῆς, εἰμὴ ὁ Θεός· διὰ δὲ τὴν θεόλεκτον φωνὴν ἐκείνην, τὴν μετὰ τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Ἀνάστασιν γενομένην πρὸς τοὺς Ἀποστόλους, καὶ λέγουσαν· |
36Ἄν τινων ἀφῆτε( καὶ τὰ ἑξῆς) · εἰς ἐκείνην καὶ ἡμεῖς θαῤῥοῦντες, λέγομεν· Ὅσα ἐξεῖπες τῇ ἐμῇ ἐλαχίστῃ ταπεινότητι, καὶ ὅσα οὐκ ἔφθασας εἰπεῖν, ἢ κατʼ ἄγνοιαν, ἢ κατὰ λήθην, οἷον δήποτε, ὁ Θεὸς συγχωρήσοι σοι, ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι. |
37Καὶ ἐπισυνάπτει καὶ ταύτην τὴν Εὐχήν. |
38Ὁ Θεὸς, ὁ συγχωρήσας Δαυῖδ, διὰ Νάθαν τοῦ Προφήτου, τὰ ἴδια ἐξομολογήσαντι ἁμαρτήματα, καὶ Πέτρῳ τὴν ἄρνησιν, κλαύσαντι πικρῶς, καὶ Πόρνῃ δακρύσασῃ ἐπὶ τοὺς αὐτοῦ πόδας, καὶ Τελώνῃ, καὶ Ἀσώτῳ· |
39αὐτὸς ὁ Θεὸς, συγχωρήσαι σοι δὶʼ ἐμοῦ τοῦ ἁμαρτωλοῦ πάντα, καὶ ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι· καὶ ἀκατάκριτόν σε παραστήσαι ἐν τῷ φοβερῷ αὐτοῦ Βήματι περὶ δὲ τῶν ἐξαγορευθέντων ἐγκλημάτων μηδεμίαν φροντίδα ἔχων, πορεύου εἰς εἰρήνην. |