А҆мѡ́съ 7
Select texts:
|
LXX, Rahlfs
|
Бі́блїа. Синодальная типография, 1901
|
| 1Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωθινή, καὶ ἰδοὺ βροῦχος εἷς Γωγ ὁ βασιλεύς. | 1Си́це показа́ ми гдⷭ҇ь бг҃ъ, и҆ сѐ, припло́дъ прꙋ́жїй и҆ды́й ᲂу҆́треннїй, и҆ сѐ, гꙋ́сеница, є҆ди́нъ гѡ́гъ ца́рь. |
| 2καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς, καὶ εἶπα Κύριε κύριε, ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ιακωβ; ὅτι ὀλιγοστός ἐστιν· | 2И҆ бꙋ́детъ, а҆́ще сконча́етъ ꙗ҆ды́й травꙋ̀ земнꙋ́ю, и҆ рѣ́хъ: гдⷭ҇и, гдⷭ҇и, млⷭ҇тивъ бꙋ́ди, кто̀ возста́витъ і҆а́кѡва; ꙗ҆́кѡ ма́лъ є҆́сть. |
| 3μετανόησον, κύριε, ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐκ ἔσται, λέγει κύριος. | 3Раска́йсѧ ѡ҆ се́мъ, гдⷭ҇и: и҆ сїѐ не бꙋ́детъ, гл҃етъ гдⷭ҇ь. |
| 4Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐκάλεσεν τὴν δίκην ἐν πυρὶ κύριος, καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλὴν καὶ κατέφαγεν τὴν μερίδα. | 4Си́це показа́ ми гдⷭ҇ь, и҆ сѐ, призва̀ прю̀ во ѻ҆гнѝ гдⷭ҇ь бг҃ъ, и҆ поѧдѐ бе́зднꙋ мно́гꙋ, и҆ поѧдѐ ча́сть. |
| 5καὶ εἶπα Κύριε κύριε, κόπασον δή· τίς ἀναστήσει τὸν Ιακωβ; ὅτι ὀλιγοστός ἐστιν· | 5И҆ рѣ́хъ: гдⷭ҇и, гдⷭ҇и, преста́ни нн҃ѣ, кто̀ возста́витъ і҆а́кѡва; ꙗ҆́кѡ ма́лъ є҆́сть. |
| 6μετανόησον, κύριε, ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐ μὴ γένηται, λέγει κύριος. | 6Раска́йсѧ ѡ҆ се́мъ, гдⷭ҇и: и҆ сїѐ не бꙋ́детъ, гл҃етъ гдⷭ҇ь. |
| 7Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἀνὴρ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας. | 7Си́це показа́ ми гдⷭ҇ь: и҆ сѐ, мꙋ́жъ стоѧ́й на ѡ҆гра́дѣ а҆дама́нтовѣ, и҆ въ рꙋцѣ̀ є҆гѡ̀ а҆дама́нтъ. |
| 8καὶ εἶπεν κύριος πρός με Τί σὺ ὁρᾷς, Αμως; καὶ εἶπα Ἀδάμαντα. καὶ εἶπεν κύριος πρός με Ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ισραηλ, οὐκέτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν· | 8И҆ речѐ гдⷭ҇ь ко мнѣ̀: что̀ ты̀ ви́диши, а҆мѡ́се; И҆ рѣ́хъ: а҆дама́нтъ. И҆ речѐ гдⷭ҇ь ко мнѣ̀: сѐ, а҆́зъ ᲂу҆чиню̀ а҆дама́нта средѣ̀ люді́й мои́хъ і҆и҃лѧ, ктомꙋ̀ не приложꙋ̀, є҆́же мимоитѝ є҆го̀: |
| 9καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταὶ τοῦ Ισραηλ ἐξερημωθήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ιεροβοαμ ἐν ῥομφαίᾳ. | 9и҆ потребѧ́тсѧ трє́бища смѣ́ха, и҆ трє́бы і҆и҃лєвы ѡ҆пꙋстѣ́ютъ, и҆ воста́нꙋ на до́мъ і҆еровоа́мль со ѻ҆рꙋ́жїемъ. |
| 10Καὶ ἐξαπέστειλεν Αμασιας ὁ ἱερεὺς Βαιθηλ πρὸς Ιεροβοαμ βασιλέα Ισραηλ λέγων Συστροφὰς ποιεῖται κατὰ σοῦ Αμως ἐν μέσῳ οἴκου Ισραηλ· οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν ἅπαντας τοὺς λόγους αὐτοῦ· | 10И҆ посла̀ а҆масі́а жре́цъ веѳи́льскїй ко і҆еровоа́мꙋ царю̀ і҆и҃левꙋ глаго́лѧ: развра́ты твори́тъ на тѧ̀ а҆мѡ́съ средѣ̀ до́мꙋ і҆и҃лева, не возмо́жетъ землѧ̀ под̾ѧ́ти всѣ́хъ слове́съ є҆гѡ̀, |
| 11διότι τάδε λέγει Αμως Ἐν ῥομφαίᾳ τελευτήσει Ιεροβοαμ, ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ. | 11поне́же сїѧ̑ глаго́летъ а҆мѡ́съ: ѻ҆рꙋ́жїемъ сконча́етсѧ і҆еровоа́мъ, і҆и҃ль же плѣне́нъ ѿведе́тсѧ ѿ землѝ своеѧ̀. |
| 12καὶ εἶπεν Αμασιας πρὸς Αμως Ὁ ὁρῶν, βάδιζε ἐκχώρησον εἰς γῆν Ιουδα καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις· | 12И҆ речѐ а҆масі́а ко а҆мѡ́сови: ви́дѧй грѧдѝ и҆ ѿидѝ ты̀ на зе́млю і҆ꙋ́динꙋ, и҆ та́мѡ живѝ, и҆ та́мѡ да прорица́еши: |
| 13εἰς δὲ Βαιθηλ οὐκέτι μὴ προσθῇς τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶν καὶ οἶκος βασιλείας ἐστίν. | 13а҆ въ веѳи́ли посе́мъ не приложѝ прорица́ти, ꙗ҆́кѡ ѡ҆свѧще́нїе царѧ̀ є҆́сть и҆ до́мъ є҆́сть ца́рства. |
| 14καὶ ἀπεκρίθη Αμως καὶ εἶπεν πρὸς Αμασιαν Οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου, ἀλλ᾿ ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα· | 14И҆ ѿвѣща̀ а҆мѡ́съ и҆ речѐ ко а҆масі́и: не бѣ́хъ прⷪ҇ро́къ а҆́зъ, нижѐ сы́нъ прⷪ҇ро́чь, но па́стырь бѣ́хъ и҆ ꙗ҆́гѡдичїѧ ѡ҆бира́ѧ: |
| 15καὶ ἀνέλαβέν με κύριος ἐκ τῶν προβάτων, καὶ εἶπεν κύριος πρός με Βάδιζε προφήτευσον ἐπὶ τὸν λαόν μου Ισραηλ. | 15и҆ поѧ́ мѧ гдⷭ҇ь ѿ ѻ҆ве́цъ и҆ речѐ ко мнѣ̀: и҆дѝ и҆ прорцы̀ на лю́ди моѧ̑ і҆и҃лѧ. |
| 16καὶ νῦν ἄκουε λόγον κυρίου Σὺ λέγεις Μὴ προφήτευε ἐπὶ τὸν Ισραηλ καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον Ιακωβ· | 16И҆ нн҃ѣ слы́ши сло́во гдⷭ҇не: ты̀ глаго́леши: не прорица́й на і҆и҃лѧ и҆ не возмꙋща́й наро́да на до́мъ і҆а́кѡвль: |
| 17διὰ τοῦτο τάδε λέγει κύριος Ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται, καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις, ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ. | 17сегѡ̀ ра́ди сїѧ̑ гл҃етъ гдⷭ҇ь: жена̀ твоѧ̀ во гра́дѣ соблꙋ́дитъ, сы́нове же твоѝ и҆ дщє́ри ѻ҆рꙋ́жїемъ падꙋ́тъ, и҆ землѧ̀ твоѧ̀ ᲂу҆́жемъ и҆змѣ́ритсѧ, и҆ ты̀ на землѝ нечи́стѣй сконча́ешисѧ, и҆ і҆и҃ль плѣне́нъ ѿведе́тсѧ ѿ землѝ своеѧ̀. |